TLG 0554 001 :: CHARITON :: De Chaerea et Callirhoe

CHARITON Scr. Erot.
(Aphrodisiensis: A.D. 2?)

De Chaerea et Callirhoe

Source: Blake, W.E. (ed.), Charitonis Aphrodisiensis de Chaerea et Callirhoe amatoriarum narrationum libri octo. Oxford: Clarendon Press, 1938: 1–127.

Citation: Book — chapter — section — (line)

1

.

1

.

1

Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης ὁ Συρακοσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθη‐ ναίους, εἶχε θυγατέρα Καλλιρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρ‐

1

.

1

.

2

θένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας. ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώ‐ πινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηΐδος ἢ Νύμφης τῶν ὀρειῶν ἀλλ’ αὐτῆς Ἀφροδίτης Παρθέν̣ο̣υ̣. φήμη δὲ τ̣οῦ παραδόξου θεάματος παντα‐ χοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνάσται τε
5καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας

1

.

1

.

3

καὶ Ἠ̣πείρου καὶ ἐ̣θ̣ν̣ῶ̣ν̣ τῶν ἐ̣ν̣ ἠπείρῳ. ὁ δὲ Ἔρως ζεῦγο̣ς̣ ἴδ̣ιο̣ν̣ ἠθέλησε συμπλέξαι. Χ̣α̣ι̣ρέας γάρ τις ἦν μειράκ̣ι̣ο̣ν̣ ε̣ὔ̣μορφον, πάντων ὑ̣περέχον, οἷον Ἀχιλ̣λέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται τ̣ε̣ κ̣α̣ὶ̣ γραφεῖς 〈ἀπο〉δεικνύουσι, πατρὸς
5Ἀρίστωνος τ̣ὰ̣ δ̣ε̣ύ̣τ̣ε̣ρ̣α̣ ἐ̣ν̣ Συρακούσ̣αις̣ μετὰ Ἑρμοκράτην φερομένου. κ̣α̣ί̣ τ̣ι̣σ̣ ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος ὥστε θ̣ᾶ̣τ̣τ̣ο̣ν̣ ἂν πᾶσιν ἢ

1

.

1

.

4

ἀλλήλοις ἐκήδευσαν. φιλόνεικος δέ ἐστιν ὁ Ἔρως καὶ χαίρε̣ι̣ τοῖς παραδόξοις κατορθώμασιν· ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες

1

.

1

.

5

ἀπῆλθον εἰς τὸν νεών. τέως δὲ μ̣ὴ̣ π̣ρ̣οϊοῦσαν τὴν Καλλιρ̣ό̣ην προήγαγεν ἡ μήτηρ, 〈τοῦ πατρὸσ〉 κελεύσαντος̣ προσκυνῆσαι τὴν
θεό̣ν̣. τότ̣ε̣ δ̣ὲ̣ Χαιρέας ἀπὸ τῶν γ̣υ̣μ̣νασίων ἐβάδι̣ζ̣ε̣ν̣ οἴκαδε στίλβων ὥσπερ ἀστήρ· ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ1

1

.

1

.

6

προσώπου τὸ ἐρύθημ̣α̣ τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός. ἐκ τύχης οὖν περί τι̣ν̣α̣ καμπὴν στενοτέραν συναντντεσ περιέ‐ πεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν 〈συνοδίαν〉 ἵνα ἑκά〈τερος τῷ〉 ἑ̣τ̣έ̣ρ̣〈ῳ〉 ὀ̣φ̣θ̣ῇ̣. ταχέως οὖν πάθος ἐρωτικὸν ἀντέ‐
5δωκαν ἀλλήλοις ....... το̣ῦ̣ κάλλο̣υ̣ς̣ 〈τῇ εὐ〉γενεί〈ᾳ〉 συνελ‐ θόντο̣ς̣.

1

.

1

.

7

Ὁ μὲν ο̣ὖ̣ν̣ Χα̣ι̣ρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει, κ̣α̣ὶ̣ ὥ̣σ̣π̣ε̣ρ̣ τ̣ι̣ς̣ 〈ἀρισ〉τ̣ε̣ὺ̣ς̣ ἐν πολέμῳ τρωθεὶσ καιρίαν, καὶ κατα‐ πεσε̣ῖ̣ν μὲν αἰδούμενος, στῆναι δὲ μὴ̣ δ̣υ̣ν̣άμενος. ἡ δὲ π̣α̣ρ̣θ̣έ̣ν̣ο̣ς̣ τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσα, “σύ μοι,

1

.

1

.

8

δ̣έ̣σ̣π̣οινα” εἶπε, “δὸς ἄνδρα τοῦτον ὃ̣ν̣ ἔδειξ̣ας.” νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκαίετο. δεινότερον δ’ ἔπασχεν ἡ παρθένος διὰ̣ τ̣ὴ̣ν σιωπ̣ή̣ν̣, αἰδ̣ο̣υ̣μένη κατάφωρος γενέσθαι. Χαι̣ρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ
5φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τ̣οὺς γ̣ονεῖς ὅτι ἐρᾷ καὶ οὐ

1

.

1

.

9

βιώσεται τοῦ Καλλιρόης γ̣ά̣μ̣ο̣υ̣ μὴ τυχών. ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ “οἴχῃ δή μοι, τέκνον” 〈ἔφη〉· “δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν θυγατέρα τοσούτους ἔχων μ̣ν̣η‐ στῆρας πλουσίουσ κ̣α̣ὶ̣ βασιλεῖς. οὔκουν οὐδὲ πειρᾶσθαί σε δεῖ,
5μὴ φανερῶς ὑβρισθῶμεν.” εἶθ’ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δὲ ηὔξετο τὸ κακὸν ὥστε μηδὲ ἐπὶ τὰς συν̣ήθε̣ι̣ς προϊέ‐

1

.

1

.

10

ναι διατριβάς. ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦ̣ν̣. ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. πολυπραγμονοῦντε̣ς̣ δ̣ὲ̣ τ̣ὴ̣ν̣ αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.

1

.

1

.

11

Ἐνέστη νόμιμος ἐκκλησία. συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα “καλὸς Ἑρμοκράτης, μέγας στρατηγός, σῶζε Χαιρέαν· τοῦτο πρῶτον τῶν τροπαίων. ἡ πόλις μνηστεύεται

1

.

1

.

12

τοὺς γάμους σήμερον ἀλλήλων ἀξίων.” τίς ἂν μηνύσειε τὴν ἐκκ̣λ̣η̣σ̣ί̣α̣ν̣ ἐκείνην, ἧς ὁ Ἔρως ἦν δημαγωγός; ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἠδυνήθη τῇ πόλει δεομένῃ. κατανεύ‐ σαντος δὲ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν2
5νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν

1

.

1

.

13

Ἑρμοκράτει· παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακοσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ ῥῦμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. ἥδιον ταύτην 〈τὴν〉 ἡμέραν ἤγαγον οἱ Συρακόσιοι

1

.

1

.

14

τῆς τῶν ἐπινικίων. ἡ δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλαίουσα καὶ σιωπῶσα. προσελθοῦσα δὲ ἡ τροφὸς τῇ κλίνῃ “τέκνον” εἶπε, “διανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πᾶσιν ἡμῖν ἡμέρα· ἡ πόλις σε νυμφαγωγεῖ.”
5
Τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· οὐ γὰρ ᾔδει, τίνι γ̣α̣μεῖτα̣ι̣. ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν· ἐδόκει δὲ

1

.

1

.

15

τοῦτο τοῖς ὁρῶσιν αἰδώς. ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. ὁ μὲν οὖν Χαιρέας προσ‐ δραμὼν αὐτὴν κατεφίλει, Καλλιρόη δὲ γνωρίσασα τὸν ἐρώμενον,
5ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν

1

.

1

.

16

ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων. ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. πάντες δὲ Καλλιρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ
5ἐμακάριζον. τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.

1

.

2

.

1

Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ Φθόνος.

1

.

2

.

2

καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτα ἔλεγεν· “εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ 〈γὰρ〉 ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ 〈τοῦ〉3

1

.

2

.

3

γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν. ἡμεῖς δὲ ἐτάκημεν αὐλείοις θύραις προσαγρυπνοῦντες καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς. πόσον χρόνον δεδουλεύκαμεν; καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν. ὁ
5δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων

1

.

2

.

4

αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο. ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖ‐ πεν. “οὐκ εὐνοίᾳ δὲ” εἶπε “τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπι‐
5βουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ· μέμνησθε γὰρ ὅτι Ἑρμο‐ κράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν

1

.

2

.

5

ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης· καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. χειροτονήσατε ἐμὲ τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν· ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ Ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα

1

.

2

.

6

τὸν Ἔρωτα μέγα τι κακὸν διαπράξεται· Καλλιρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς νεωτερικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσ‐
5ελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.

1

.

3

.

1

Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη πλέον ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος· οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη

1

.

3

.

2

τὴν κόρην. ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου ἡσυχῆ κατέλιπον· ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύστους.4

1

.

3

.

3

Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν εἱστήκει κοινῷ τινι πολυ‐ πραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰσ‐

1

.

3

.

4

τρέχει· καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. ἐπεὶ δὲ ἀνέῳξεν ἡ θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρόῃ τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαιε. πυνθα‐ νομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε

1

.

3

.

5

πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος. ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος ἡ γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ χόλου· ὁ δὲ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ παχεῖ τῷ φθέγματι “κλαίω” φησὶ “τὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως

1

.

3

.

6

ἐπελάθου,” καὶ τὸν κῶμον ὠνείδισεν. ἡ δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ “οὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασεν” εἶπε, “τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε
5λυπεῖ τοὺς ἐραστάς.” ταῦτα εἰποῦσα ἀπεστράφη καὶ συγκαλυψαμένη

1

.

3

.

7

δακρύων ἀφῆκε πηγάς. εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. μεταβαλλόμενος οὖν ὁ Χαιρέας ἤρξατο κολακεύειν, καὶ ἡ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ
5ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

1

.

4

.

1

Ὁ δὲ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης
ἥπτετο λοιπὸν ἐνεργεστέρας 〈καὶ〉 κατεσκεύασέ τι τοιοῦτον. ἦν αὐτῷ παράσιτος στωμύλος καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρόης5

1

.

4

.

2

καὶ τιμιωτάτην τῶν θεραπαινίδων πρὸ πάντων φίλην ἐποίει. μόλις οὖν ἐκεῖνος πλὴν ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷ τε λέγειν ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας. γυνὴ δὲ εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. ταῦτ’ οὖν προκατασκευασάμενος ὁ
5δημιουργὸς τοῦ δράματος ὑποκριτὴν ἕτερον ἐξηῦρεν, οὐκέτι ὁμοίως

1

.

4

.

3

εὔχαριν, ἀλλὰ πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι. τοῦτον προδι‐ δάξας ἃ χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα τῷ Χαιρέᾳ. προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς παλαίστρας ἀλύοντι “κἀμοὶ” φησὶν “υἱὸς ἦν, ὦ Χαιρέα, σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν,
5ὅτε ἔζη. τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω, καὶ γὰρ εἶ

1

.

4

.

4

κοινὸν ἀγαθὸν πάσης Σικελίας εὐτυχῶν. δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.” Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ
5πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προεφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ

1

.

4

.

5

σχολῆς μακροτέρας. ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δὲ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπου‐ μένῳ, μικρὸν δέ τι καὶ δακρύσας, “ἀηδῶς μὲν” εἶπεν, “ὦ Χαιρέα,
5σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ
ὑπομένω σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα6

1

.

4

.

6

εὔνους. γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ’ αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.”
Ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
5χεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ ᾔσχυνε πρόσωπον.

1

.

4

.

7

Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, “δυστυχῆ μὲν” εἶπεν “αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώ‐
5τερον ἐμαυτὸν ἀνέλω· Καλλιρόης γὰρ καὶ ἀδικούσης φείσομαι.”

1

.

4

.

8

“προσποίησαι” φησὶν “ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν· ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.” Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας (οὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν) “ἄπειμι” φησὶν “εἰς ἀγρόν·” ὁ δὲ

1

.

4

.

9

κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν. ἑσπέρας οὖν ἐπιστάσης ὁ μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, ὁ δὲ τὴν ἅβραν τῆς Καλλιρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώ‐
5μενος ἵνα μὴ λάθοι. κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν· δακτύλιοι βαρεῖς ὑπέστιλβον. εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.

1

.

4

.

10

ἡ δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν

1

.

4

.

11

ἀλλὰ εἰσέδραμεν ἐπ’ αὐτοφώρῳ τὸν μοιχὸν ἀναιρήσων. ὁ μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρόη ἐκάθητο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο

1

.

4

.

12

τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν. ὁ δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. εὐστόχως οὖν ὁ ποὺς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θερα‐7
5παινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

1

.

5

.

1

Καλλιρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἐπέκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρε‐ χεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει.
5Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι’ ὅλης νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

1

.

5

.

2

ἔτι δὲ καιομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δὲ ἐκώλυε, φίλος ἐξαίρετος, τοιοῦτος οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. ἡμέρας δὲ γενομένης οἱ
5ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην

1

.

5

.

3

τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν. ἀλλὰ καὶ ὁ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων· ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ ὁ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον ὃ μηδεὶς ἂν προσεδόκησε.

1

.

5

.

4

συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε πραχθέν· ῥηθείσης γὰρ τῆς κατηγορίας ὁ φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὑτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολο‐
5γίαν δικαίων, οὐ τὴν διαβολήν, οὐ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλὰ ἐδεῖτο πάντων “δημοσίᾳ με καταλεύσατε· ἀπεστεφάνωσα τὸν

1

.

5

.

5

δῆμον. φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. τοῦτο ὤφειλον παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα. τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε
5σῶμα.”

1

.

5

.

6

Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος.
“ἐγὼ” φησὶν “ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον. βλέπω τοὺς ἐπι‐ βουλεύοντας ἡμῖν. οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς, οὐδὲ λυπήσω8

1

.

5

.

7

τεθνεῶσαν τὴν θυγατέρα. ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα.
5θάψωμεν Καλλιρόην ἔτι καλήν.”

1

.

6

.

1

Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλὰ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχα‐ νᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίαν “προδότα” φησὶ “τῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρόην
5περιμένεις; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευ‐

1

.

6

.

2

άσαι βασιλικήν.” ἔπεισεν οὗτος ὁ λόγος· ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ’ ἀξίαν τὴν ἐκκο‐ μιδὴν ἐκείνην; κατέκειτο μὲν Καλλιρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες

1

.

6

.

3

εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ. προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακοσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι· μετὰ τούτους ὁπλῖται φέροντες σημεῖα τῶν Ἑρμοκράτους τροπαίων· εἶτα ἡ βουλὴ καὶ ἐν μέσῳ ὁ δῆμος, πάντες Ἑρμοκράτην δορυφοροῦντες.
5ἐφέρετο δὲ καὶ Ἀρίστων ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρόην ἀποκαλῶν. ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες· εἶτα

1

.

6

.

4

πλοῦτος ἐνταφίων βασιλικός· πρῶτος μὲν ὁ τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος· ἐσθήτων κάλλος καὶ κόσμος (συνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων)· συγγενῶν τε δωρεαὶ καὶ φίλων. τελευ‐ ταῖος ἐπηκολούθησεν ὁ Χαιρέου πλοῦτος· ἐπεθύμει γάρ, εἰ δυνατὸν

1

.

6

.

5

ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί. ἔφερον δὲ τὴν κλίνην οἱ Συρακοσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. τούτων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. ἦν δὲ τάφος μεγα‐ λοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρ‐
5ρωθεν πλέουσι περίβλεπτος εἶναι· τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν ἡ τῶν ἐνταφίων πολυτέλεια. τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.9

1

.

7

.

1

Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ὑφορμοῦντας τοῖς λιμέσιν ὀνόματι πορ‐ θμείου, πειρατήριον συγκροτῶν. οὗτος τῇ ἐκκομιδῇ παρατυχὼν ἐπω‐ φθάλμισε τῷ χρυσῷ καὶ νύκτωρ κατακλινεὶς οὐκ ἐκοιμᾶτο λέγων πρὸς
5ἑαυτὸν “ἀλλὰ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ

1

.

7

.

2

μιᾶς νεκρᾶς; ἀνερρίφθω κύβος· οὐκ ἀφήσω τὸ κέρδος. τίνας δ’ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης ὁ Θούριος; συνετὸς μὲν ἀλλὰ δειλός. Μένων

1

.

7

.

3

ὁ Μεσσήνιος; τολμηρὸς μὲν ἀλλὰ προδότης.” ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξέ τινας ἐπιτηδείους. ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. εὗρε δὲ ἐνίους μὲν ἐν πορνείοις, οὓς δ’ ἐν

1

.

7

.

4

καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγων· “ἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων· οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ
5δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους.

1

.

7

.

5

οὐκ ἄπειροι δ’ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, ἃ παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι.” συνῆκαν εὐθὺς ὅτι λῃστείαν ἢ τυμβωρυχίων ἢ ἱεροσυλίαν καταγγέλλει, καὶ “παῦσαι” ἔφασαν ”〈ἀναπείθων〉 τοὺς πεπει‐
5σμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παρ‐

1

.

7

.

6

απολλύωμεν.” ὁ δὲ Θήρων ἔνθεν ἑλὼν “ἑωράκατε” φησὶ ”〈τὸν〉 χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ’ ἄν. δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους τῷ κέλητι, πλεύσαντας ὅποι ποτ’ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι10
5τὸν φόρτον ἐπὶ ξένης.” ἤρεσε. “νῦν μὲν οὖν” φησὶ “τρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς· βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.”

1

.

8

.

1

Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρόην δεινοτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀφέσεως ταῖς ἀπολει‐ φθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης, μόγις καὶ κατ’ ὀλίγον ἀνέπνευσεν· ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα
5δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ

1

.

8

.

2

ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν. ἐπεὶ δὲ οὔτε ὁ ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν. μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ
5ταινιῶν· ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου· πολλὴ δὲ ἦν

1

.

8

.

3

ἀρωμάτων ὀσμή. τότ’ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δι’ ἐκεῖνο πτώματος, μόγις δὲ καὶ ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. ἔρ‐ ρηξεν οὖν φωνήν, ὅσην ἐδύνατο “ζῶ” βοῶσα, καὶ “βοηθεῖτε.” ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἔτι
5τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσα “οἴμοι τῶν κακῶν· ζῶσα κατώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνή‐

1

.

8

.

4

σκω θάνατον μακρόν. ὑγιαίνουσάν με πενθοῦσι. τίνα τίς ἄγγελον
πέμψει; ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ’ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρόην οὐδ’ ἀληθῶς ἀποθανοῦσαν. ἀλλ’ ἤδη τάχα τι βουλεύῃ11
5περὶ γάμου.”

1

.

9

.

1

Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς· ὁ δὲ Θήρων φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. ἐκβαίνων δὲ πρῶτος ἐπέταξε τὴν ὑπηρε‐

1

.

9

.

2

σίαν 〈τὸν τρόπον〉 τοῦτον. τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν· εἰ δὲ μή, συνθήματι μηνύειν τὴν ἄφιξιν αὐτῶν· πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. τοὺς δὲ λοιποὺς (ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκα)
5μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες

1

.

9

.

3

ἀποπλεύσωσιν. ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρόην κατελάμ‐ βανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. “πόθεν ὁ ψόφος; ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνη‐
5σκόντων ἐπ’ ἐμὲ παραγίνεται τὴν ἀθλίαν; ἢ ψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι· καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη·

1

.

9

.

4

πλοῦτος ἄχρηστος νεκρῷ.” ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν ὁ λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρόη δὲ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι· κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε. τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατο “φεύγωμεν ἐντεῦθεν·
5δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει.”

1

.

9

.

5

κατεγέλασε Θήρων, δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης. εἶτα ἐκέλευσεν ἄλλον εἰσελθεῖν. ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα ἡ Καλλιρόη μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν
5κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφεῖσα φωνήν, “ἐλέησον, ὅστις ποτ’ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπὸ ἀνδρὸς οὐδὲ γονέων· μὴ ἀποκτείνῃς ἣν12

1

.

9

.

6

σέσωκας.” μᾶλλον ἐθάρσησεν ὁ Θήρων καὶ οἷς δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν· ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως· ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν
5“ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος· πολὺς μὲν ἄργυρος ἐνταῦθα, πολὺς δὲ χρυσός, τούτων δὲ πάντων τὸ τῆς γυναικὸς τιμιώτερον

1

.

9

.

7

κάλλος.” λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸν “ἰδοὺ” φησὶν “ὁ δαίμων ὃν ἐφοβοῦ· καλός γε λῃστὴς φοβηθεὶς καὶ γυναῖκα. σὺ μὲν οὖν φύλαττε ταύτην· θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν· ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον
5ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.”

1

.

10

.

1

Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προέθηκε περὶ αὐτῆς. ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις

1

.

10

.

2

ὑπεναντίαι. πρῶτος γάρ τις εἶπεν “ἐφ’ ἕτερα μὲν ἤλθομεν, ὦ συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς Τύχης ἀποβέβηκε· χρησώμεθα αὐτῷ· δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρόην ἀνδρὶ καὶ
5πατρί, φήσαντας ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν,

1

.

10

.

3

ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην. ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. ἡδέως δὲ ποιήσει χάριν ὀφείλουσα τοῖς εὐεργέταις δι’ ὧν ἐσώθη. πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους
5δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.”

1

.

10

.

4

Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπεν “ἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλὰ ἀπέκτεινεν;

1

.

10

.

5

οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς· ἀλλὰ ἀδικήσει τὰ μέγιστα. πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν δι’ ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν
5ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ’ οἱ ἄρχοντες καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας κατ’ αὐτῶν τὸ φορτίον· οὐδὲ γὰρ13

1

.

10

.

6

ἀκίνδυνον βίον ζῶμεν. τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν γὰρ εὑρήσει διὰ τὸ κάλλος. ἔχει δὲ καὶ τοῦτο κίνδυνον. ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. ἔξεστιν ἐπὶ τούτοις πλάσα‐

1

.

10

.

7

σθαί τι διήγημα. φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. ὅτι ‘δούλην‘ ἐροῦμεν; τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιάγωμεν
5καθ’ αὑτῶν τὸν κατήγορον.”

1

.

10

.

8

Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέραν γνώμην Θήρων ἐπεψήφισε. “σὺ μὲν γὰρ” εἶπε “κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολέσω· πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω
5τῶν μὴ παρόντων. ἀλλ’ ἐμβαίνετε· πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν.”

1

.

11

.

1

Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς. οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλ’ ἅπας ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος

1

.

11

.

2

ἀπατᾶν. ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ’ ἑαυτῆς καὶ ὅτι ἄλλως ἐσώθη· προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασ‐ σαν, ἐγκαλυψαμένη καὶ δακρύσασα “σὺ μὲν” ἔφη, “πάτερ, ἐν
5ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

1

.

11

.

3

ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ· τάχα δὲ
ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. πόσῳ μοι κρεῖττον ἦν ἐν τάφῳ κεῖσθαι νεκράν· πάντως ἂν μετ’ ἐμοῦ Χαιρέας ἐκηδεύθη· νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.”14

1

.

11

.

4

Ἡ μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ νήσους μικρὰς καὶ πόλεις παρέπλεον· οὐ γὰρ ἦν τὰ φορτία πενήτων, ἐζήτουν δὲ πλουσίους ἄνδρας. ὡρμίσαντο δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν· πηγὴ δὲ ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ λειμὼν

1

.

11

.

5

εὐφυής. ἔνθα τὴν Καλλιρόην προαγαγόντες φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς τὸ κάλλος· μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν στόλον ὁρμῆσαι. καί τις εἶπεν “Ἀθῆναι πλησίον, μεγάλη καὶ
5εὐδαίμων πόλις. ἐκεῖ πλῆθος μὲν ἐμπόρων εὑρήσομεν, πλῆθος δὲ πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς

1

.

11

.

6

πόλεις ἔστιν ἰδεῖν.” ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας, οὐκ ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως ἡ περιεργία· “μόνοι γὰρ ὑμεῖς οὐκ ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες
5ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται

1

.

11

.

7

πονηρὰ τοὺς κακοήθεις. Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες
5καὶ ἀπράγμονες· ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.”

1

.

11

.

8

ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισι‐ τισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.

1

.

12

.

1

Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλαν‐ θρωπίας ἔπραττεν ἀλλ’ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων.
5εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόη‐
τον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιού‐15

1

.

12

.

2

τοις ἐφοβεῖτο προσιέναι. γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν· νυκτὸς δὲ ἐπελθούσης καθεύ‐ δειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν “ἀνόητος, ὦ Θήρων, εἶ· ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν

1

.

12

.

3

ἐρημίᾳ, ὡς μόνος λῃστής. οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλι‐ πόντες ἡμᾶς ἀποπλεύσωσιν· οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρα‐ τολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους

1

.

12

.

4

ἄνδρας ὧν ᾔδεις. νῦν μὲν οὖν” εἶπεν “ἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιά‐

1

.

12

.

5

θετον.” κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας. ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος

1

.

12

.

6

ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν. ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν ὁ Θήρων (περίεργον γὰρ ἀνθρώπου φύσις) ἐπυνθάνετο
5ἑνὸς τῶν ἐπακολουθούντων “τίς οὗτος;” ὁ δὲ ἀπεκρίνατο “ξένος εἶναί μοι δοκεῖς ἢ μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου

1

.

12

.

7

βασιλέως.” “διατί τοίνυν μελανειμονεῖ;” “τέθνηκε γὰρ αὐτοῦ ἡ γυνὴ ἧς ἤρα.” ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας ὁ Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτ’ οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλ’

1

.

12

.

8

ἐπυνθάνετο “τίνα χώραν ἔχεις παρ’ αὐτῷ;” κἀκεῖνος ἀπεκρίνατο “διοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν.” [Θήρων] “τί σὺ καλῇ;” “Λεωνᾶς.” “εὐκαίρως” φησίν, “ὦ Λεωνᾶ, 〈σοὶ〉 συνέβαλον. ἔμπο‐
5ρός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα16

1

.

12

.

9

διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην. σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου (πεπαί‐ δευται γὰρ ἱκανῶς) εἴτε καὶ ἄξιον ὑπολαμβάνοις χαρίσασθαι τῷ δεσπότῃ. λυσιτελεῖ δή σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν, ἵνα

1

.

12

.

10

μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.” τούτων ὁ Λεωνᾶς ἤκου‐ σεν ἀσμένως καὶ “θεός μοί τις” εἶπεν “εὐεργέτην σε κατέπεμψεν· ἃ γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις· ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γίνου καὶ ξένος· τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ἡ
5ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα ἢ καθ’ ἡμᾶς.”

1

.

13

.

1

Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, ὁ μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν (ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρε‐ σκευασμένη), Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν

1

.

13

.

2

τοῦ δεσπότου πρῶτον 〈γενόμενον〉. ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγα‐ γεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. καὶ ὁ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλο‐
5φρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος ἐνδείξει, τὸ

1

.

13

.

3

δὲ πλέον κοινωνίας πίστει. μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ ὁ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς ἢ τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, ἡ δὲ ὄψις αὑτὴν συνίστησιν. “ἀπίωμεν οὖν” ἔφη Λεωνᾶς, “καὶ δεῖξον αὐτήν.”

1

.

13

.

4

ὁ δὲ “οὐκ ἐνταῦθά ἐστιν” ἀπεκρίνατο, “διὰ γὰρ τοὺς τελώνας περιέ‐ στημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ,” καὶ τὸν τόπον ἔφραζεν. “ἐν τοῖς ἡμετέροις” φησὶ “χωρίοις ὡρμίσασθε· καὶ

1

.

13

.

5

τοῦτο βέλτιον, ἤδη τῆς Τύχης ὑμᾶς ἀγούσης ἐπὶ Διονύσιον. ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε· ἡ γὰρ

1

.

13

.

6

πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς.” ἥσθη μᾶλλον ὁ Θήρων, εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ’ ἐν ἐρη‐ μίᾳ, καὶ “ἕωθεν” φησὶν “ἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δὲ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.” συνέθεντο ταῦτα17
5καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. ἀμφοτέροις δὲ ἡ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πω‐ λῆσαι.

1

.

13

.

7

Τῇ δὲ ὑστεραίᾳ ὁ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον· ὁ δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος

1

.

13

.

8

δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρόην κολακεύειν ἤρξατο. “κἀγὼ” φησί, “θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν· ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης· ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν· καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσα‐
5μεν· ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου

1

.

13

.

9

σωθεῖσαν δι’ ἡμᾶς. νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν· ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν
5εἰς Συρακούσας. λαβὲ τῶν σῶν ἅτιν’ ἂν θέλῃς· σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.”

1

.

13

.

10

Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρόη, καίτοι σφόδρα λυπου‐ μένη (παντελῶς αὐτὸν ἀνόητον ὑπελάμβανεν)· ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμ‐ βανεν, ἀπαλλαγῆναι θέλουσα λῃστῶν. καὶ “χάριν σοι” φησὶν “ἔχω,
5πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας· ἀποδοῖεν δὲ” ἔφη “πᾶσιν

1

.

13

.

11

ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς. χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. πάντα μοι φυλάξατε καλῶς· ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, ὃ εἶχον καὶ νεκρά.” εἶτα συγκαλυψαμένη τὴν κεφαλὴν “ἄγε με” φησίν, “ὦ Θήρων, ὅποι ποτὲ θέλεις· πᾶς
5γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.”

1

.

14

.

1

Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως, ὁ Θήρων ἐστρατήγησέ τι
τοιοῦτον. ἀποκαλύψας τὴν Καλλιρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. ὁ δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, οἱ μὲν δοκοῦντες18
5θεὰν ἑωρακέναι· καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην

1

.

14

.

2

ἐπιφαίνεσθαι. καταπεπληγμένων δὲ αὐτῶν κατόπιν ὁ Θήρων ἑπό‐ μενος προσῆλθε τῷ Λεωνᾷ καὶ “ἀνάστα” φησὶ “καὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός· αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.” χαρὰ

1

.

14

.

3

καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων. τὴν μὲν οὖν Καλλιρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν· καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου· Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ “τὰ μὲν παρ’ ἐμοῦ σοι” φησὶ
5“πιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα (φίλος γὰρ εἶ λοιπόν), ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι

1

.

14

.

4

τιμήν, ἣν θέλεις, ἀποδώσεις.” ἀμείψασθαι δὲ θέλων ὁ Λεωνᾶς “οὐ μὲν οὖν” φησίν, “ἀλλὰ καὶ ἐγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,” ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται· πολλοὺς γὰρ ἐν τῇ πόλει γενήσεσθαι τοὺς ἐθέλοντας

1

.

14

.

5

ὠνεῖσθαι. τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος λαμβάνει. κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ (καὶ γὰρ ἦν ὀψὲ τῆς ὥρας) “βούλομαι” φησὶν “ἀφ’ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ’ ὑστεραίᾳ ἐπὶ τῷ λιμένι
5συμβαλοῦμεν.”

1

.

14

.

6

Ἐπὶ τούτοις ἀπηλλάγησαν. ἐλθὼν δὲ ἐπὶ τὴν ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρόη γενομένη ἤδη μετ’ ἐξουσίας τὴν ἰδίαν
5ἀπωδύρετο τύχην. “ἰδοὺ” φησὶν “ἄλλος τάφος, ἐν ᾧ Θήρων με

1

.

14

.

7

κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον· πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν
καὶ τεθνεῶσα. τίνα δὲ ἐνταῦθα καλέσω γνωστόν; Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον19
5μὲν τὸν ἐραστήν μου φονέα ἐποίησας· Χαιρέας, ὁ μηδὲ δοῦλον μηδέ‐

1

.

14

.

8

ποτε πλήξας, ἐλάκτισε καιρίως με τὴν φιλοῦσαν· εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. τὸ δὲ περιβόη‐ τον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵνα ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστὴς

1

.

14

.

9

μεγάλην λάβῃ τιμήν. ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” κόπτουσα δὲ τῇ
5χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλά σοι, Χαιρέα” φησί, “τοσούτῳ

1

.

14

.

10

διαζευχθεῖσα πελάγει. καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.” τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.
4

2

.

1

.

1

Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικός, αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. εὗρε δὲ ἔτι κατακείμενον τὸν
5Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι

2

.

1

.

2

παρούσης αὐτῷ τῆς γυναικός. ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸν “μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι· καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην,
καὶ ὡς ὕπαρ μοι συνῆν. ἔδοξα δὲ εἶναι τὴν πρώτην ἡμέραν τῶν20
5γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφ‐

2

.

1

.

3

αγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον ᾄδοντος.” ἔτι δὲ αὐτοῦ διηγουμένου, Λεωνᾶς ἀνεβόησεν “εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ. μέλ‐ λεις ἀκούειν ταῦτα, ἃ τεθέασαι.” καὶ ἀρξάμενος αὐτῷ διηγεῖται “προσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ
5τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν

2

.

1

.

4

χωρίων. κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. ἐκεῖ δὲ συμβα‐ λόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν· ἐγώ τε γὰρ ἐκείνῳ τάλαντον δέδωκα· δεῖ δὲ ἐνταῦθα γενέσθαι νομίμως τὴν κατα‐

2

.

1

.

5

γραφήν.” ὁ δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικός (ἦν γὰρ φιλογύνης ἀληθῶς), τὴν δὲ δουλείαν ἀηδῶς· ἀνὴρ γὰρ βασιλι‐ κός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ “ἀδύνατον” εἶπεν, “ὦ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ
5πεφυκὸς ἐλεύθερον. οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ’ ἐρημίας·

2

.

1

.

6

συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις. ἀλλ’ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.” ἔχαιρεν ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. παριὼν δὲ τοὺς Μιλησίων
5λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα

2

.

1

.

7

εὑρεῖν ἠδύνατο. ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπῆρες λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον· οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη

2

.

1

.

8

πλέοντα. μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην. ἰδὼν δὲ αὐτὸν ὁ Διονύσιος σκυθρωπὸν ἤρετο τί πέπονθεν· ὁ δέ φησιν “ἀπολώλεκά σου, ὦ δέσποτα, τάλαντον.” “συμβαῖνον” εἶπεν ὁ Διονύσιος “ἀσφαλέστερόν σε τοῦτο πρὸς τὰ λοιπὰ ποιήσει. τί δὲ
5ὅμως συμβέβηκε; ἢ μή τι ἡ νεώνητος ἀποδέδρακεν;” “οὐκ ἐκείνη” φησὶν, “ἀλλ’ ὁ πωλήσας.” “ἀνδραποδιστὴς ἄρα ἦν, καὶ ἀλλοτρίαν σοι πέπρακε δούλην διὰ τοῦτ’ ἐπ’ ἐρημίας. πόθεν δ’ ἔλεγε τὴν

2

.

1

.

9

ἄνθρωπον εἶναι;” “Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης
κατὰ ζηλοτυπίαν.” “ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν· ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.” τότε μὲν οὖν ὁ Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενη‐21
5μένης· ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.

2

.

2

.

1

Πρὸς δὲ τὴν Καλλιρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς ἑαυτῆς· ἀλλὰ καὶ ἄλλους καὶ ἐνθάδε νόμιζε σούς·
5Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν· ὥστε ἐν πατρίδι

2

.

2

.

2

διάξεις. ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν· ἔχεις θερα‐ παινίδας.” μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δὲ ὅμως εἰς τὸ βαλανεῖον. εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς ὥστε, ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον ὡς θεῖον, καὶ
5μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν ὡς ὅλην πρόσωπον δοκοῦσαι ἰδεῖν· ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων· τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι μὴ καὶ ἡ τῶν δακτύ‐

2

.

2

.

3

λων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ. ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θερα‐ παινὶς ἔδοξεν.” ἐλύπει τὴν Καλλιρόην ὁ ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. ἐπεὶ δὲ λέλουτο καὶ τὴν κόμην συνεδέσμουν,
5καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα22

2

.

2

.

4

τῇ νεωνήτῳ. “χιτῶνά μοι δότε δουλικόν· καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείτ‐ τονες.” ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων· κἀκεῖνο δὲ ἔπρεπεν

2

.

2

.

5

αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ 〈τοῦ〉 κάλλους. ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει ἡ Πλαγγὼν “ἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς· ἐπιφανὴς δέ ἐστιν ἐνθάδε ἡ θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι
5θύουσιν αὐτῇ. μάλιστα δὲ ἐπήκοος Διονυσίῳ· ἐκεῖνος οὐδέποτε

2

.

2

.

6

παρῆλθεν αὐτήν.” εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκων “δόξεις, ὦ γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.” ἀκούσασα δὲ ἡ Καλλιρόη δακρύων ἐπλή‐ σθη καὶ λέγει πρὸς ἑαυτὴν “οἴμοι τῆς συμφορᾶς, καὶ ἐνταῦθά ἐστιν
5Ἀφροδίτη θεὸς ἥ μοι πάντων τῶν κακῶν αἰτία. πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.”

2

.

2

.

7

Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παρ’ αὐτὴν τὴν λεωφόρον. προσκυνήσασα δὲ ἡ Καλλιρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης “σύ μοι” φησὶ “πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα

2

.

2

.

8

δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας· καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν. ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν· μηδενί με ποιήσῃς μετ’ ἐκεῖνον ἀρέσαι.” πρὸς τοῦτο ἀνένευσεν ἡ Ἀφροδίτη· μήτηρ γάρ ἐστι τοῦ Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον,
5ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν. ἀπαλλαγεῖσα δὲ ἡ Καλλιρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθημέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.

2

.

3

.

1

Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσή‐ νεγκε τοιούτους· “ἐν τοῖς παραθαλασσίοις, ὦ δέσποτα, χωρίοις οὐ γέγο‐ νας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.

2

.

3

.

2

χρῆσαι καὶ τῇ πολυτελείᾳ τῶν οἰκιῶν ἃς σοῦ κελεύσαντος ᾠκοδομή‐ σαμεν· οἴσεις δὲ καὶ τὸ πένθος ἐλαφρότερον ἐκεῖ, περισπώμενος ὑπὸ τῆς τῶν ἀγρῶν ἀπολαύσεως καὶ διοικήσεως. ἐὰν δέ τινα ἐπανέσῃς ἢ βουκόλον ἢ ποιμένα, δώσεις αὐτῷ τὴν νεώνητον γυναῖκα.” ἤρεσε
5τῷ Διονυσίῳ ταῦτα καὶ προεῖπε τὴν ἔξοδον εἰς ῥητὴν ἡμέραν.23

2

.

3

.

3

παραγγελίας δὲ γενομένης παρεσκεύαζον ἡνίοχοι μὲν ὀχήματα, ἱπποκόμοι δὲ ἵππους, ναῦται δὲ πορθμεῖα· φίλοι παρεκαλοῦντο συνοδεύειν καὶ πλῆθος ἀπελευθέρων· φύσει γὰρ ἦν ὁ Διονύσιος

2

.

3

.

4

μεγαλοπρεπής. ἐπεὶ δὲ πάντα ηὐτρέπιστο, τὴν μὲν παρασκευὴν καὶ τοὺς πολλοὺς ἐκέλευσε διὰ θαλάσσης κομίζεσθαι, τὰ δὲ ὀχήματα ἐπακολουθεῖν ὅταν αὐτὸς προέλθῃ, πενθοῦντί τε γὰρ μὴ πρέπειν πομπήν. ἅμα δὲ τῇ ἕῳ, πρὶν αἰσθέσθαι τοὺς πολλούς, ἵππῳ ἐπέβη,
5πέμπτος δέ· εἷς ἦν ἐν αὐτοῖς καὶ ὁ Λεωνᾶς.

2

.

3

.

5

Ὁ μὲν οὖν Διονύσιος ἐξήλαυνεν εἰς τοὺς ἀγρούς, ἡ δὲ Καλλιρόη τῆς νυκτὸς ἐκείνης θεασαμένη τὴν Ἀφροδίτην ἠβουλήθη καὶ πάλιν αὐτὴν προσκυνῆσαι· καὶ ἡ μὲν ἑστῶσα ηὔχετο, Διονύσιος δὲ ἀποπη‐ δήσας ἀπὸ τοῦ ἵππου πρῶτος εἰσῆλθεν εἰς τὸν νεών. ψόφου δὲ ποδῶν

2

.

3

.

6

αἰσθομένη Καλλιρόη πρὸς αὐτὸν ἐπεστράφη. θεασάμενος οὖν ὁ Διονύσιος ἀνεβόησεν “ἵλεως εἴης, ὦ Ἀφροδίτη, καὶ ἐπ’ ἀγαθῷ μοι φανείης.” καταπίπτοντα δὲ αὐτὸν ἤδη Λεωνᾶς ὑπέλαβε καὶ “αὕτη” φησὶν “ἐστίν, ὦ δέσποτα, ἡ νεώνητος· μηδὲν ταραχθῇς. καὶ σὺ
5δέ, ὦ γύναι, πρόσελθε τῷ κυρίῳ.” Καλλιρόη μὲν οὖν πρὸς τὸ ὄνομα τοῦ κυρίου κάτω κύψασα, πηγὴν ἀφῆκε δακρύων ὀψὲ μεταμανθάνουσα τὴν ἐλευθερίαν· ὁ δὲ Διονύσιος πλήξας τὸν Λεωνᾶν “ἀσεβέστατε”

2

.

3

.

7

εἶπεν, “ὡς ἀνθρώποις διαλέγῃ τοῖς θεοῖς; σὺ ταύτην λέγεις ἀργυρ‐ ώνητον; δικαίως οὖν οὐχ εὗρες τὸν πιπράσκοντα. οὐκ ἤκουσας οὐδὲ Ὁμήρου διδάσκοντος ἡμᾶς
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν
5ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶσι;”
Τότ’ οὖν εἶπεν ἡ Καλλιρόη “παῦσαί μου καταγελῶν καὶ θεὸν24

2

.

3

.

8

ὀνομάζων τὴν οὐδὲ ἄνθρωπον εὐτυχῆ.” λαλούσης δὲ αὐτῆς ἡ φωνὴ τῷ Διονυσίῳ θεία τις ἐφάνη· μουσικὸν γὰρ ἐφθέγγετο καὶ ὥσπερ κιθάρας ἀπεδίδου τὸν ἦχον. ἀπορηθεὶς οὖν καὶ ἐπὶ πλέον ὁμιλεῖν καταιδεσθεὶς ἀπῆλθεν εἰς τὴν ἔπαυλιν, φλεγόμενος ἤδη τῷ ἔρωτι.
5μετ’ οὐ πολὺ δὲ ἧκεν ἐξ ἄστεος ἡ παρασκευή, καὶ ταχεῖα φήμη

2

.

3

.

9

διέδραμε τοῦ γεγονότος. ἔσπευδον οὖν πάντες τὴν γυναῖκα ἰδεῖν, προσεποιοῦντο δὲ πάντες τὴν Ἀφροδίτην προσκυνεῖν. αἰδουμένη δὲ ἡ Καλλιρόη τὸ πλῆθος οὐκ εἶχεν ὅ τι πράξει· πάντα γὰρ ἦν αὐτῇ ξένα καὶ οὐκ ἔβλεπεν οὐδὲ τὴν συνήθη Πλαγγόνα, ἀλλ’ ἐκείνη περὶ

2

.

3

.

10

τὴν ὑποδοχὴν ἐγίνετο τοῦ δεσπότου. προκοπτούσης δὲ τῆς ὥρας καὶ μηδενὸς ἥκοντος εἰς τὴν ἔπαυλιν, ἀλλὰ πάντων ἑστώτων ἐκεῖ ὡς κεκηλημένων, συνῆκε Λεωνᾶς τὸ γεγονὸς καὶ ἀφικόμενος εἰς τὸ τέμενος ἐξήγαγε τὴν Καλλιρόην. τότε δὲ ἦν ἰδεῖν ὅτι φύσει γίνον‐
5ται βασιλεῖς, ὥσπερ ὁ ἐν τῷ σμήνει τῶν μελισσῶν· ἠκολούθουν γὰρ αὐτομάτως ἅπαντες αὐτῇ καθάπερ ὑπὸ τοῦ κάλλους δεσποίνῃ κεχει‐ ροτονημένῃ.

2

.

4

.

1

Ἡ μὲν οὖν ἀπῆλθεν εἰς τὴν οἴκησιν τὴν συνήθη· Διονύσιος δὲ ἐτέτρωτο μέν, τὸ δὲ τραῦμα περιστέλλειν ἐπειρᾶτο, οἷα δὴ πεπαιδευ‐ μένος ἀνὴρ καὶ ἐξαιρέτως ἀρετῆς ἀντιποιούμενος. μὴ δὲ τοῖς οἰκέ‐ ταις θέλων εὐκαταφρόνητος δοκεῖν μήτε μειρακιώδης τοῖς φίλοις,
5διεκαρτέρει παρ’ ὅλην τὴν ἑσπέραν, οἰόμενος μὲν λανθάνειν, κατά‐

2

.

4

.

2

δηλος δὲ γινόμενος μᾶλλον ἐκ τῆς σιωπῆς. μοῖραν δέ τινα λαβὼν ἀπὸ τοῦ δείπνου “ταύτην” φησὶ “κομισάτω τις τῇ ξένῃ. μὴ εἴπῃ δὲ ‘παρὰ τοῦ κυρίου,‘ ἀλλὰ ‘παρὰ Διονυσίου.‘”
Τὸν μὲν οὖν πότον προήγαγεν ἐπὶ πλεῖστον· ἠπίστατο γὰρ ὅτι οὐ25

2

.

4

.

3

μέλλει καθεύδειν. ἀγρυπνεῖν οὖν ἐβούλετο μετὰ τῶν φίλων. ἐπεὶ δὲ προέκοπτε τὰ τῆς νυκτός, διαλύσας ὕπνου μὲν οὐκ ἐλάγχανεν, ὅλος δὲ ἦν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ καὶ πάντων ἀνεμιμνήσκετο, τοῦ προσώπου, τῆς κόμης, πῶς ἐστράφη, πῶς ἐνέβλεψε, τῆς φωνῆς, τοῦ

2

.

4

.

4

σχήματος, τῶν ῥημάτων· ἐξέκαε δὲ αὐτὸν 〈καὶ〉 τὰ δάκρυα. τότ’ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀνέχεσθαι. καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν “οὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ ὁ πρῶ‐
5τος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας

2

.

4

.

5

δαίμονας. τούτου γε 〈ἕνεκεν〉 ἧκες εἰς ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.” ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένῳ καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου· διὰ τοῦτο

2

.

4

.

6

ἐπυρφόρει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν. μηκέτ’ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο· κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ δέσποτα; μή τι πάλιν
5σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;” “γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ’ οὐ τῆς τεθνηκυίας. οὐδὲν δὲ ἀπόρρητόν

2

.

4

.

7

ἐστί μοι πρὸς σὲ δι’ εὔνοιάν τε καὶ πίστιν. ἀπόλωλά σοι, ὦ Λεωνᾶ. σύ μοι τῶν κακῶν αἴτιος. πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. ταράσσει δέ με καὶ τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. μῦθόν μοι διηγῇ, ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὐδ’
5ὁπόθεν ἦλθεν οὐδ’ ὅπου πάλιν ἀπῆλθεν. ἔχων δὲ τίς τοιοῦτον
κάλλος ἐν ἐρημίᾳ πιπράσκει καὶ ταλάντου τὴν τῶν βασιλέως χρημά‐26

2

.

4

.

8

των ἀξίαν; δαίμων δὲ τίς 〈σε〉 ἐξηπάτησεν; ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. τίνας εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τὸ ἀληθές. οὐ πλοῖον ἐθεάσω.” “οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηΐδων ἐκ θαλάσσης ἀνελήλυθε.
5καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί τε

2

.

4

.

9

καὶ συγγραφεῖς.” ἡδέως δ’ ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα ὡς σεβασμιωτέρας ἢ κατὰ ἄνθρωπον ὁμιλίας. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μέν ἐστι, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν, εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε

2

.

4

.

10

λύπην 〈ὡσ〉 ἀποτυγχάνων ἐν ἔρωτος ἐξουσίᾳ.” “οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶ‐
5τον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”

2

.

5

.

1

Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων

2

.

5

.

2

ὁμιλεῖν. ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ

2

.

5

.

3

λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος. ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ὑποκρύψῃς τῶν ἀληθῶν·
5τοῦτο γὰρ αὐτοῦ ἐπικαλέσεται μᾶλλον τὴν εἰς σὲ φιλανθρωπίαν.”
ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρόη, θαρροῦσα δὲ ὅμως διὰ τὸ ἐν27

2

.

5

.

4

ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς. ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. οὔσης δὲ ἐπὶ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν
5δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

2

.

5

.

5

δίκαιόν ἐστι καὶ σὲ περὶ ἑαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν· οἱ μὲν γὰρ πωλήσαντές σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” ἠρυθρίασεν ἡ Καλλιρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ

2

.

5

.

6

εἶδον.” “ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.” “εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρόη” φησίν (ἤρεσε Διονυσίῳ καὶ τὸ ὄνομα), τὰ δὲ λοιπὰ ἐσιώπα. πυνθα‐
5νομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ δέσποτα, συγχώρησόν

2

.

5

.

7

μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν. ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν ὃ γέγονα, δούλη καὶ ξένη.” ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν. προήχθη δὲ 〈καὶ〉 ὁ Διονύσιος κλαίειν καὶ πάντες οἱ περιεστηκότες·
5ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην”

2

.

5

.

8

〈ἔφη〉 “αἰτοῦμαι παρά σου χάριν πρώτην. διήγησαί μοι, Καλλιρόη, τὰ σεαυτῆς. οὐ πρὸς ἀλλότριον ἐρεῖς· ἔστι γάρ τις καὶ τρόπου συγγένεια. μηδὲν φοβηθῇς, μηδ’ εἰ πέπρακταί σοί τι δεινόν.” ἠγανάκτησεν ἡ Καλλιρόη πρὸς τοῦτο καὶ “μή με ὕβριζε” εἶπεν,

2

.

5

.

9

“οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον. ἀλλ’ ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν· οὐ γὰρ μαρτυρεῖ τὰ πρῶτα τοῖς νῦν.” ἐθαύμασεν ὁ Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ
5“συνίημι” φησὶν “ἤδη, κἂν μὴ λέγῃς· εἰπὲ δὲ ὅμως· οὐδὲν γὰρ

2

.

5

.

10

περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν. πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.” μόλις οὖν ἐκείνη τὰ καθ’ ἑαυτὴν
ἤρξατο λέγειν “Ἑρμοκράτους εἰμὶ θυγάτηρ, τοῦ Συρακοσίων στρατη‐ γοῦ. γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ28
5γονεῖς πολυτελῶς. ἤνοιξαν τυμβωρύχοι τὸν τάφον· εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν· ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε

2

.

5

.

11

Θήρων ἐπ’ ἐρημίας.” πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν. “ἀλλὰ δέομαί σου, Διονύσιε (Ἕλλην γὰρ εἶ καὶ πόλεως φιλανθρώ‐ που καὶ παιδείας μετείληφας), μὴ γένῃ τοῖς τυμβωρύχοις ὅμοιος μηδὲ ἀποστερήσῃς με πατρίδος καὶ συγγενῶν. μικρόν ἐστί σοι
5πλουτοῦντι σῶμα ἓν καὶ τὴν τιμὴν οὐκ ἀπολέσεις, ἐὰν ἀποδῷς με τῷ πατρί· Ἑρμοκράτης οὐκ ἔστιν ἀχάριστος. τὸν Ἀλκίνοον ἀγά‐ μεθα δὴ καὶ πάντες φιλοῦμεν ὅτι εἰς τὴν πατρίδα ἀνέπεμψε τὸν

2

.

5

.

12

ἱκέτην· ἱκετεύω σὲ κἀγώ. σῶσον αἰχμάλωτον ὀρφανήν. εἰ δὲ μὴ δύναμαι ζῆν ὡς εὐγενής, αἱροῦμαι θάνατον ἐλεύθερον.” τούτων ἀκούων δὲ ἔκλαιε προφάσει μὲν Καλλιρόην, τὸ δὲ ἀληθὲς ἑαυτόν· ᾐσθάνετο γὰρ ἀποτυγχάνων τῆς ἐπιθυμίας. “θάρρει δὲ” ἔφη, “Καλ‐
5λιρόη, καὶ ψυχὴν ἔχε ἀγαθήν· οὐ γὰρ ἀτυχήσεις ὧν ἀξιοῖς· μάρτυν καλῶ τήνδε τὴν Ἀφροδίτην. ἐν δὲ τῷ μεταξὺ θεραπείαν ἕξεις παρ’ ἡμῖν δεσποίνης μᾶλλον ἢ δούλης.”

2

.

6

.

1

Καὶ ἡ μὲν ἀπῄει πεπεισμένη μηδὲν ἄκουσα δύνασθαι παθεῖν, ὁ δὲ Διονύσιος λυπούμενος ἧκεν εἰς οἶκον τὸν ἴδιον καὶ μόνον καλέσας Λεωνᾶν “κατὰ πάντα” φησὶν “ἐγὼ δυστυχής εἰμι καὶ μισούμενος ὑπὸ τοῦ Ἔρωτος. τὴν μὲν γαμετὴν ἔθαψα, φεύγει δὲ ἡ νεώνητος,
5ἣν ἤλπιζον ἐξ Ἀφροδίτης εἶναί μοι τὸ δῶρον, καὶ ἀνέπλαττον ἐμαυτῷ βίον μακάριον ὑπὲρ Μενέλεων τὸν τῆς Λακεδαιμονίας γυναικός· οὐδὲ γὰρ τὴν Ἑλένην εὔμορφον οὕτως ὑπολαμβάνω γεγο‐

2

.

6

.

2

νέναι. πρόσεστι δὲ αὐτῇ καὶ ἡ τῶν λόγων πειθώ. βεβίωταί μοι. τῆς αὐτῆς ἡμέρας ἀπαλλαγήσεται Καλλιρόη μὲν ἐντεῦθεν, ἐγὼ δὲ τοῦ ζῆν.” πρὸς τοῦτο ἀνέκραγεν ὁ Λεωνᾶς “μὴ σύ γε, ὦ δέσποτα, μὴ καταράσῃ σεαυτῷ· κύριος γὰρ εἶ καὶ τὴν ἐξουσίαν ἔχεις αὐτῆς,
5ὥστε καὶ ἑκοῦσα καὶ ἄκουσα ποιήσει τὸ σοὶ δοκοῦν· ταλάντου γὰρ

2

.

6

.

3

αὐτὴν ἐπριάμην.” “ἐπρίω σύ, τρισάθλιε, τὴν εὐγενῆ; οὐκ ἀκούεις
Ἑρμοκράτην τὸν στρατηγὸν τῆς ὅλης Σικελίας ἐγκεχαραγμένον μεγάλως, ὃν βασιλεὺς ὁ Περσῶν θαυμάζει καὶ φιλεῖ, πέμπει δὲ αὐτῷ κατ’ ἔτος δωρεάς, ὅτι Ἀθηναίους κατεναυμάχησε τοὺς Περσῶν29
5πολεμίους; ἐγὼ τυραννήσω σώματος ἐλευθέρου, καὶ Διονύσιος ὁ ἐπὶ σωφροσύνῃ περιβόητος ἄκουσαν ὑβριῶ, ἣν οὐκ ἂν ὕβρισεν οὐδὲ Θήρων ὁ λῃστής;”

2

.

6

.

4

Ταῦτα μὲν οὖν εἶπε πρὸς τὸν Λεωνᾶν, οὐ μὴν οὐδ’ ἀπεγίνωσκε πείσειν, φύσει γὰρ εὔελπίς ἐστιν ὁ Ἔρως, ἐθάρρει δὲ τῇ θεραπείᾳ κατεργάσασθαι τὴν ἐπιθυμίαν. καλέσας οὖν τὴν Πλαγγόνα “δέδω‐ κάς μοι” φησὶν “ἤδη πεῖραν ἱκανὴν τῆς ἐπιμελείας. ἐγχειρίζω δή
5σοι τὸ μέγιστον καὶ τιμιώτατόν μου τῶν κτημάτων, τὴν ξένην. βούλομαι δὲ αὐτὴν μηδενὸς σπανίζειν, ἀλλὰ 〈καὶ〉 προϊέναι μέχρι

2

.

6

.

5

τρυφῆς. κυρίαν ὑπολάμβανε, θεράπευε καὶ κόσμει καὶ ποίει φίλην ἡμῖν· ἐπαίνει με παρ’ αὐτῇ πολλάκις καὶ οἷον ἐπίστασαι διηγοῦ. βλέπε μὴ δεσπότην εἴπῃς.” συνῆκεν ἡ Πλαγγὼν τῆς ἐντολῆς, φύσει γὰρ ἦν ἐντρεχής· ἀφανῆ δὲ λαβοῦσα πρὸς τὸ πρᾶγμα τὴν διάνοιαν,
5ἠπείγετο πρὸς τοῦτο. παραγενομένη τοίνυν πρὸς τὴν Καλλιρόην, ὅτι μὲν κεκέλευσται θεραπεύειν αὐτὴν οὐκ ἐμήνυσεν, ἰδίαν δὲ εὔνοιαν ἐπεδείκνυτο· καὶ τὸ ἀξιόπιστον ὡς σύμβουλος ἤθελεν ἔχειν.

2

.

7

.

1

Συνέβη δέ τι τοιόνδε. Διονύσιος ἐνδιέτριβε τοῖς χωρίοις, προ‐ φάσει μὲν ἄλλοτε ἄλλῃ, τὸ δὲ δὴ ἀληθὲς οὔτε ἀπαλλαγῆναι τῆς Καλλιρόης δυνάμενος οὔτε ἐπάγεσθαι θέλων αὐτήν· ἔμελλε γὰρ περι‐ βόητος ὀφθεῖσα ἔσεσθαι, καὶ τὸ κάλλος ὅλην τὴν Ἰωνίαν δουλαγω‐
5γήσειν ἀναβήσεσθαί τε τὴν φήμην καὶ μέχρι τοῦ μεγάλου βασιλέως.

2

.

7

.

2

ἐν δὲ τῇ μονῇ πολυπραγμονῶν ἀκριβέστερον τὰ περὶ τὴν κτῆσιν, ἐμέμψατό που καὶ τὰ περὶ τὸν οἰκονόμον Φωκᾶν· τὸ δὲ τῆς μέμψεως οὐ περαιτέρω προῆλθεν, ἀλλὰ μέχρι ῥημάτων. εὗρε δὴ καιρὸν ἡ Πλαγγών, καὶ περίφοβος εἰσέδραμε πρὸς τὴν Καλλιρόην, σπαράσ‐
5σουσα τὴν κόμην ἑαυτῆς· λαβομένη δὲ τῶν γονάτων αὐτῆς “δέομαί σου” φησί, “κυρία, σῶσον ἡμᾶς· τῷ γὰρ ἀνδρί μου χαλεπαίνει
Διονύσιος· φύσει δέ ἐστι βαρύθυμος, ὥσπερ καὶ φιλάνθρωπος.30

2

.

7

.

3

οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” ὤκνει μὲν οὖν ἡ Καλλιρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἠδυνήθη, προηνε‐ χυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς. ἵν’ οὖν μὴ ἀχάριστος δοκῇ,
5“κἀγὼ μὲν” φησὶν “εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο δὲ

2

.

7

.

4

ἡμᾶς 〈εὐ〉τυχεῖν.” ἐπεὶ δὲ ἦλθον, ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρόη πάρεστιν. ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. ἀκούσας οὖν ὅτι Καλλιρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί
5τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν

2

.

7

.

5

“ἡκέτω” φησί. στᾶσα δὲ ἡ Καλλιρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δὲ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι· φιλεῖ γάρ με ὡς θυγατέρα. δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτη‐

2

.

7

.

6

ρίαν.” ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. συνεὶς οὖν ὁ Διονύ‐ σιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς 〈ἂν〉 ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ
5γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρόην ἐσώθητε.” προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος ἔφη “τοῖς Καλλιρόης

2

.

7

.

7

προσπίπτετε γόνασιν, αὕτη γὰρ ὑμᾶς ἔσωσεν.” ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ “σὺ οὖν” εἶπε “χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ” καὶ ἅμα ὤθησεν αὐτήν. ἡ δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε
5τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.

2

.

8

.

1

Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα Διονυσίῳ καθάπερ
ἰὸς εἰς τὰ σπλάγχνα κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος· οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ31
5μεγαλόφρον· οὔτε δι’ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. μίαν οὖν βοήθειαν ὑπελάμβανε τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν “τὰ μὲν πρῶτά σοι” φησὶν “ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος· ἐκεῖνο δέ με

2

.

8

.

2

〈ἢ〉 σέσωκεν ἢ ἀπολώλεκε. σκόπει οὖν πῶς γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. γίνωσκε δὲ ἐλευθερίαν σοι προκειμένην τὸ ἆθλον καὶ ὃ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ ζῆν Διονύσιον.” κελευσθεῖσα δὲ ἡ Πλαγγὼν πᾶσαν πεῖραν καὶ τέχνην
5προσέφερεν· ἀλλ’ ἡ Καλλιρόη πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε

2

.

8

.

3

Χαιρέᾳ μόνῳ πιστή. κατεστρατηγήθη 〈δ’〉 ὑπὸ τῆς Τύχης, πρὸς ἣν μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου· φιλόνεικος γὰρ ἡ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παρ’ αὐτῇ. καὶ τότ’ οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν· ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον.

2

.

8

.

4

Ἐπεβούλευσεν ἡ Τύχη τῇ σωφροσύνῃ τῆς γυναικός· ἐρωτικὴν γὰρ ποιησόμενοι τὴν πρώτην σύνοδον τοῦ γάμου Χαιρέας καὶ Καλλιρόη, παραπλησίαν ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος

2

.

8

.

5

δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν. ὀλίγον οὖν πρὸ τοῦ πτώματος ἡ γυνὴ συνέλαβεν. ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων γενομένη· τρίτου δὲ μηνὸς ἀρχομένου, προέκοπτεν ἡ γαστήρ· ἐν δὲ τῷ λουτρῷ
5συνῆκεν ἡ Πλαγγών, ὡς ἂν ἤδη πεῖραν ἔχουσα τῶν γυναικείων.

2

.

8

.

6

εὐθὺς μὲν οὖν ἐσίγησε διὰ τὸ πλῆθος τῶν θεραπαινίδων· περὶ δὲ τὴν ἑσπέραν σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνης “ἴσθι” φησίν, “ὦ τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις.” ἀνέκλαυσεν ἡ Καλλιρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα τὴν κεφαλὴν “ἔτι καὶ
5τοῦτό μου” φησὶ “ταῖς συμφοραῖς, ὦ Τύχη, προστέθεικας, ἵνα καὶ

2

.

8

.

7

τέκω δοῦλον.” τύπτουσα δὲ τὴν γαστέρα εἶπεν “ἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας ἐν τάφῳ, καὶ χερσὶ λῃστῶν παρεδόθης. εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν,
ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; πρὸ τῆς γενέσεως πειράθητι θανά‐32
5του.” κατέσχε δὲ αὐτῆς τὰς χεῖρας ἡ Πλαγγών, ἐπαγγειλαμένη τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.

2

.

9

.

1

Γενομένη δὲ καθ’ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς· ἡ μὲν Πλαγγὼν ὅτι “καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ· συνήγορον ἔχεις τὸ κατὰ γαστρός· εὕρηται πειθοῦς ἐνέχυρον· νικήσει σωφροσύνην γυναικὸς
5μητρὸς φιλοστοργία.” καὶ ἡ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει.

2

.

9

.

2

Καλλιρόη δὲ τὸ τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴν “ἀλλ’ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔκγονον καὶ προενέγκω παιδίον, οὗ μηδεὶς οἶδε πατέρα. τάχα δὲ ἐρεῖ τις τῶν φθονούντων

2

.

9

.

3

‘ἐν τῷ λῃστηρίῳ Καλλιρόη συνέλαβεν.‘ ἀρκεῖ μόνην ἐμὲ δυστυ‐ χεῖν. οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων.” πάλιν δὲ μετενόει
5καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. “βουλεύῃ τεκνο‐ κτονῆσαι; Ἰάσων ἀσελγαίνει, καὶ Μηδείας λαμβάνεις λογισμούς;

2

.

9

.

4

ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις· ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. τί δ’ ἂν υἱὸς ᾖ; τί δ’ ἂν ὅμοιος τῷ πατρί; τί δ’ ἂν εὐτυχέστερος ἐμοῦ; μήτηρ

2

.

9

.

5

ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν; πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολα‐ βόντας τὸ τῶν πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον; πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν· ζητήσεις πατέρα
5καὶ πάππον, καὶ τὰ τῆς μητρὸς αὐτοῖς διηγήσῃ. ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν. σύ, τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.”

2

.

9

.

6

ταῦτα λογιζομένῃ δι’ ὅλης νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντα αὐτῷ ὁμοία,
μέγεθός τε καὶ ὄμματα κάλ’ ἐϊκυῖα,
καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα 〈ἕστο〉.
5ἑστὼς δὲ “παρατίθεμαί σοι” φησίν, “ὦ γύναι, τὸν υἱόν.” ἔτι
δὲ βουλομένου λέγειν ἀνέθορεν ἡ Καλλιρόη, θέλουσα αὐτῷ περιπλακῆναι. σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.33

2

.

10

.

1

Τῆς δ’ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλω‐ σεν. ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλιπεν, ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται
5δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλο‐ τυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμ‐

2

.

10

.

2

βάνεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ. κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι· κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. ἐγὼ δέ σε φιλοῦσα συμβου‐ λεύω τἀληθῆ.” βαρέως ἤκουσεν ἡ Καλλιρόη καὶ προσπεσοῦσα τοῖς
5γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην, δι’ ἧς τὸ παιδίον

2

.

10

.

3

θρέψει. πολλὰ τοίνυν ἀρνησαμένη, δύο καὶ τρεῖς ἡμέρας ὑπερθε‐ μένη τὴν ἀπόκρισιν, ἐπειδὴ μᾶλλον ἐξέκαυσεν αὐτὴν πρὸς τὰς δεήσεις ἀξιοπιστοτέρα γενομένη, πρῶτον μὲν αὐτὴν ἐξώρκισε μηδενὶ κατειπεῖν τὴν τέχνην, ἔπειτα συναγαγοῦσα τὰς ὀφρῦς καὶ τρίψασα τὰς χεῖρας
5“τὰ μεγάλα” φησὶ “τῶν πραγμάτων, ὦ γύναι, μεγάλαις ἐπινοίαις κατορθοῦται· κἀγὼ διὰ τὴν εὔνοιαν τὴν πρὸς σὲ προδίδωμι τὸν δεσπό‐

2

.

10

.

4

την. ἴσθι τοίνυν ὅτι δεήσει δυοῖν θάτερον, ἢ παντάπασιν ἀπολέσθαι τὸ παιδίον ἢ γεννηθῆναι πλουσιώτατον Ἰώνων, κληρονόμον τῆς λαμ‐ προτάτης οἰκίας. καὶ σὲ τὴν μητέρα ποιήσει μακαρίαν. ἑλοῦ δέ, πότερον θέλεις.” “καὶ τίς οὕτως” εἶπεν “ἀνόητος, ἵνα τεκνοκτο‐
5νίαν ἀντ’ εὐδαιμονίας ἕληται; δοκεῖς δέ μοί τι ἀδύνατον καὶ ἄπιστον

2

.

10

.

5

λέγειν, ὥστε σαφέστερον αὐτὸ δήλωσον.” ἤρετο γοῦν ἡ Πλαγγὼν “πόσον δοκεῖς χρόνον ἔχειν τῆς συλλήψεως;” ἡ δὲ “δύο μῆνας” εἶπεν. “ὁ χρόνος οὖν ἡμῖν βοηθεῖ· δύνασαι γὰρ δοκεῖν ἑπταμηνιαῖον ἐκ Διονυσίου τετοκέναι.” πρὸς τοῦτο ἀνέκραγεν ἡ Καλλιρόη “μᾶλ‐

2

.

10

.

6

λον ἀπολέσθω.” καὶ ἡ Πλαγγὼν κατειρωνεύσατο αὐτῆς “καλῶς, ὦ γύναι, φρονεῖς βουλομένη μᾶλλον ἐκτρῶσαι. τοῦτο πράττωμεν·
ἀκινδυνότερον γὰρ ἢ ἐξαπατᾶν δεσπότην. πανταχόθεν ἀπόκοψόν σου34

2

.

10

.

7

τὰ τῆς εὐγενείας ὑπομνήματα, μηδ’ ἐλπὶς ἔστω σοι πατρίδος. συνάρ‐ μοσαι τῇ παρούσῃ τύχῃ καὶ ἀκριβῶς γενοῦ δούλη.” ταῦτα τῆς Πλαγ‐ γόνος παραινούσης οὐδὲν ὑπώπτευε Καλλιρόη, μεῖραξ εὐγενὴς καὶ πανουργίας ἄπειρος δουλικῆς· ἀλλ’ ὅσῳ μᾶλλον ἐκείνη τὴν φθορὰν
5ἔσπευδε, τοσούτῳ μᾶλλον αὐτὴ τὸ κατὰ γαστρὸς ἠλέει καὶ “δός μοι” φησὶ “καιρὸν εἰς σκέψιν· περὶ τῶν μεγίστων γάρ ἐστιν ἡ αἵρεσις,

2

.

10

.

8

ἢ σωφροσύνης ἢ τέκνου.” πάλιν τοῦτο ἐπῄνεσεν ἡ Πλαγγών, ὅτι μὴ προπετῶς αἱρεῖται τὸ ἕτερον· “πιθανὴ γὰρ εἰς ἑκάτερον ἡ ῥοπή· τὸ μὲν γὰρ ἔχει πίστιν γυναικός, τὸ δὲ μητρὸς φιλοστοργίαν. καιρὸς δὲ οὐκ ἔστιν ὅμως μακρᾶς ἀναβολῆς, ἀλλὰ τῆς ὑστεραίας δεῖ πάντως
5θατέρου ἔχεσθαι, πρὶν ἔκπυστόν σου τὴν γαστέρα γενέσθαι.” συνέ‐ θεντο ταῦτα καὶ ἀπηλλάγησαν ἀλλήλων.

2

.

11

.

1

Ἀνελθοῦσα δὲ εἰς τὸ ὑπερῷον ἡ Καλλιρόη καὶ συγκλείσασα τὰς θύρας τὴν εἰκόνα Χαιρέου τῇ γαστρὶ προσέθηκε καὶ “ἰδοὺ” φησὶ “τρεῖς γεγόναμεν, ἀνὴρ καὶ γυνὴ καὶ τέκνον. βουλευσώμεθα περὶ τοῦ κοινῇ συμφέροντος. ἐγὼ μὲν οὖν πρώτη τὴν ἐμὴν γνώμην
5ἀποφαίνομαι· θέλω γὰρ ἀποθανεῖν Χαιρέου μόνου γυνή. τοῦτό μοι καὶ γονέων ἥδιον καὶ πατρίδος καὶ τέκνου, πεῖραν ἑτέρου ἀνδρὸς μὴ

2

.

11

.

2

λαβεῖν. σὺ δέ, παιδίον, ὑπὲρ σεαυτοῦ τί αἱρῇ; φαρμάκῳ τελευτῆ‐ σαι πρὶν τὸν ἥλιον ἰδεῖν καὶ μετὰ τῆς μητρὸς ἐρρῖφθαι, τάχα δὲ μηδὲ ταφῆς ἀξιωθῆναι, ἢ ζῆν καὶ δύο πατέρας ἔχειν, τὸν μὲν Σικελίας, τὸν δὲ Ἰωνίας πρῶτον; ἀνὴρ δὲ γενόμενος γνωρισθήσῃ ῥᾳδίως ὑπὸ
5τῶν συγγενῶν· πέπεισμαι γὰρ ὅτι ὅμοιόν σε τέξομαι τῷ πατρί· καὶ καταπλεύσεις λαμπρῶς ἐπὶ τριήρους Μιλησίας, ἡδέως δὲ Ἑρμοκράτης

2

.

11

.

3

ἔκγονον ἀπολήψεται, στρατηγεῖν ἤδη δυνάμενον. ἐναντίαν μοι φέρεις, τέκνον, ψῆφον καὶ οὐκ ἐπιτρέπεις ἡμῖν ἀποθανεῖν. πυθώ‐ μεθά σου καὶ τοῦ πατρός. μᾶλλον δὲ εἴρηκεν· αὐτὸς γάρ μοι παρα‐ στὰς ἐν τοῖς ὀνείροις ‘παρατίθεμαί σοι‘ φησὶ ‘τὸν υἱόν.‘ μαρτύρομαί

2

.

11

.

4

σε, Χαιρέα, σύ με Διονυσίῳ νυμφαγωγεῖς.” ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν τούτοις ἦν τοῖς λογισμοῖς καὶ οὐ δι’ αὑτὴν ἀλλὰ διὰ τὸ βρέφος ἐπείθετο ζῆν· τῆς δὲ ὑστεραίας ἐλθοῦσα ἡ Πλαγγὼν πρῶτον μὲν καθῆστο σκυθρωπὴ καὶ σχῆμα συμπαθὲς

2

.

11

.

5

ἐπεδείξατο, σιγὴ δὲ ἦν ἀμφοτέρων. ἐπεὶ δὲ μακρὸς ἐγίνετο χρόνος,
ἡ Πλαγγὼν ἐπύθετο “τί σοι δέδοκται; τί ποιοῦμεν; καιρὸς γὰρ οὐκ ἔστι τοῦ μέλλειν.” Καλλιρόη δὲ ἀποκρίνασθαι μὲν ταχέως οὐκ ἐδύνατο κλαίουσα καὶ συγκεχυμένη, μόλις δὲ εἶπε “τὸ τέκνον με35
5προδίδωσιν ἀκούσης ἐμοῦ· σὺ πρᾶττε τὸ συμφέρον. δέδοικα δὲ μή, κἂν ὑπομείνω τὴν ὕβριν, Διονύσιός μου καταφρονήσῃ τῆς τύχης καὶ παλλακὴν μέν, ἀλλ’ οὐ γυναῖκα νομίσας οὐ θρέψῃ τὸ ἐξ ἄλλου

2

.

11

.

6

γεννώμενον κἀγὼ μάτην ἀπολέσω τὴν σωφροσύνην.” ἔτι λεγούσης ἡ Πλαγγὼν ὑπολαβοῦσα “ἔγωγε” φησὶ “περὶ τούτων προτέρα σοῦ βεβούλευμαι· σὲ γὰρ τοῦ δεσπότου μᾶλλον ἤδη φιλῶ. πιστεύω μὲν οὖν Διονυσίου τῷ τρόπῳ, χρηστὸς γάρ ἐστιν· ἐξορκιῶ δὲ ὅμως
5αὐτόν, κἂν δεσπότης ᾖ· δεῖ πάντα ἡμᾶς ἀσφαλῶς πράττειν. καὶ σύ, τέκνον, ὀμόσαντι πίστευσον. ἄπειμι δὲ ἐγὼ τὴν πρεσβείαν κομίζουσα.”
7

3

.

1

.

1

Διονύσιος δὲ ἀποτυγχάνων τοῦ Καλλιρόης ἔρωτος, μηκέτι 〈ζῆν〉 φέρων ἀποκαρτερεῖν ἐγνώκει καὶ διαθήκας ἔγραφε τὰς τελευταίας, ἐπιστέλλων πῶς ταφῇ. παρεκάλει δὲ Καλλιρόην ἐν τοῖς γράμμασιν ἵνα αὐτῷ προσέλθῃ κἂν νεκρῷ. Πλαγγὼν δὲ ἐβούλετο μὲν εἰσελθεῖν
5πρὸς τὸν δεσπότην, διεκώλυσε δὲ αὐτὴν ὁ θεράπων κεκελευσμένος

3

.

1

.

2

μηδένα δέχεσθαι. μαχομένων δὲ αὐτῶν πρὸς ταῖς θύραις, ἀκούσας ὁ Διονύσιος ἤρετο τίς ἐνοχλοίη. τοῦ δὲ θεράποντος εἰπόντος ὅτι Πλαγγών, “ἀκαίρως μὲν” εἶπε “πάρεστιν” (οὐκέτι γὰρ οὐδὲ ὑπό‐

3

.

1

.

3

μνημα τῆς ἐπιθυμίας ἤθελεν ἰδεῖν), “κάλεσον δὲ ὅμως.” ἀνοίξασα δὲ ἐκείνη τὰς θύρας “τί κατατρύχῃ” φησίν, “ὦ δέσποτα, λυπῶν σεαυτὸν ὡς ἀποτυγχάνων. Καλλιρόη γάρ σε ἐπὶ τὸν γάμον παρα‐ καλεῖ. λαμπρειμόνει, θῦε, προσδέχου νύμφην, ἧς ἐρᾷς.” ἐξεπλάγη
5πρὸς τὸ ἀνέλπιστον ὁ Διονύσιος καὶ ἀχλὺς αὐτοῦ τῶν ὀφθαλμῶν κατεχύθη, παντάπασι δὲ ὢν ἀσθενὴς φαντασίαν παρέσχε θανάτου. κωκύσασα δὲ ἡ Πλαγγὼν συνδρομὴν ἐποίησε, καὶ ἐφ’ ὅλης τῆς

3

.

1

.

4

οἰκίας ὡς τεθνεὼς ὁ δεσπότης ἐπενθεῖτο. οὐδὲ Καλλιρόη τοῦτο ἤκουσεν ἀδακρυτί. † τοσαύτη ἦν, ὥστε κἀκείνη Διονύσιον ἔκλαιε τὸν ἄνδρα. † ὀψὲ δὲ καὶ μόλις ἐκεῖνος ἀνανήψας ἀσθενεῖ φωνῇ “τίς με δαιμόνων” φησὶν “ἀπατᾷ βουλόμενος ἀναστρέψαι τῆς προκει‐36
5μένης ὁδοῦ; ὕπαρ ἢ ὄναρ ταῦτα ἤκουσα; θέλει μοι Καλλιρόη

3

.

1

.

5

γαμηθῆναι, ἡ μὴ θέλουσα μηδὲ ὀφθῆναι;” παρεστῶσα δὲ ἡ Πλαγγὼν “παῦσαι” φησὶ “μάτην σεαυτὸν ὀδυνῶν καὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀπιστῶν· οὐ γὰρ ἐξαπατῶ μου τὸν δεσπότην, ἀλλ’ ἔπεμψέ με Καλλιρόη πρεσβεῦσαι περὶ γάμων.” “πρέσβευε τοίνυν” εἶπεν ὁ

3

.

1

.

6

Διονύσιος “καὶ λέγε αὐτὰ τὰ ἐκείνης ῥήματα. μηδὲν ἀφέλῃς μηδὲ προσθῇς, ἀλλ’ ἀκριβῶς μνημόνευσον.” ”‘ἐγὼ‘ φησὶν ‘οἰκίας οὖσα τῆς πρώτης ἐν Σικελίᾳ δεδυστύχηκα μέν, ἀλλ’ ἔτι τὸ φρόνημα τηρῶ. πατρίδος, γονέων ἐστέρημαι, μόνην οὐκ ἀπολώλεκα τὴν
5εὐγένειαν. εἰ μὲν οὖν ὡς παλλακὴν θέλει με Διονύσιος ἔχειν καὶ τῆς ἰδίας ἀπολαύειν ἐπιθυμίας, ἀπάγξομαι μᾶλλον ἢ ὕβρει δουλικῇ παραδώσω τὸ σῶμα· εἰ δὲ γαμετὴν κατὰ νόμους, κἀγὼ γενέσθαι

3

.

1

.

7

θέλω μήτηρ, ἵνα διάδοχον ἔχῃ τὸ Ἑρμοκράτους γένος. βουλευσάσθω περὶ τούτου Διονύσιος μὴ μόνος μηδὲ ταχέως, ἀλλὰ μετὰ φίλων καὶ συγγενῶν, ἵνα μή τις ὕστερον εἴπῃ πρὸς αὐτὸν “σὺ θρέψεις παιδία

3

.

1

.

8

ἐκ τῆς ἀργυρωνήτου καὶ καταισχυνεῖς σου τὸν οἶκον;” εἰ μὴ θέλει πατὴρ γενέσθαι, μηδὲ ἀνὴρ ἔστω.‘” ταῦτα τὰ ῥήματα μᾶλλον ἐξέκαυσε Διονύσιον καί τινα ἔσχεν ἐλπίδα κούφην ἀντερᾶσθαι δοκῶν· ἀνατείνας δὲ τὰς χεῖρας εἰς τὸν οὐρανὸν “εἰ γὰρ ἴδοιμι”
5φησίν, “ὦ Ζεῦ καὶ Ἥλιε, τέκνον ἐκ Καλλιρόης· τότε μακαριώτερος δόξω τοῦ μεγάλου βασιλέως. ἀπίωμεν πρὸς αὐτήν· ἄγε με, Πλαγ‐ γόνιον φιλοδέσποτον.”

3

.

2

.

1

Ἀναδραμὼν δὲ εἰς τὰ ὑπερῷα τὸ μὲν πρῶτον ὥρμησε τοῖς Καλ‐ λιρόης γόνασι προσπεσεῖν, κατέσχε δὲ ὅμως ἑαυτὸν καὶ καθεσθεὶς εὐσταθῶς “ἦλθόν σοι” φησίν, “ὦ γύναι, χάριν γνῶναι περὶ τῆς ἐμαυτοῦ σωτηρίας· ἄκουσαν μὲν γὰρ οὐκ ἔμελλόν σε βιάσασθαι, μὴ

3

.

2

.

2

τυχὼν δὲ ἀποθανεῖν διεγνώκειν. ἀναβεβίωκα διὰ σέ. μεγίστην δέ σοι χάριν ἔχων ὅμως τι καὶ μέμφομαι· σὺ γὰρ ἠπίστησας ὅτι ἕξω σε γαμετὴν παίδων ἐπ’ ἀρότῳ κατὰ νόμους Ἑλληνικούς. εἰ γὰρ μὴ ἤρων, οὐκ ἂν εὐξάμην τοιούτου γάμου τυχεῖν. σὺ δ’, ὡς ἔοικε,37
5μανίαν μου κατέγνωκας, εἰ δόξω δούλην τὴν εὐγενῆ καὶ ἀνάξιον

3

.

2

.

3

υἱὸν ἐμαυτοῦ τὸν Ἑρμοκράτους ἔκγονον. ‘βούλευσαι‘ λέγεις. βε‐ βούλευμαι. φοβῇ φίλους ἐμοὺς ἡ φιλτάτη πάντων; τολμήσει δὲ τίς εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα τοῦ πατρὸς ἔχοντα τὸν πάππον;” ταῦτα ἅμα λέγων καὶ δακρύων προσῆλθεν
5αὐτῇ· ἡ δὲ ἐρυθριάσασα ἠρέμα κατεφίλησεν αὐτὸν καὶ “σοὶ μὲν” εἶπε “πιστεύω, Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ

3

.

2

.

4

πρότερον ἐκ μειζόνων ἀγαθῶν δι’ αὐτὴν κατέπεσον. φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται. σὺ τοίνυν, καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι
5συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. εὐκαταφρόνητόν

3

.

2

.

5

ἐστι γυνὴ μόνη καὶ ξένη.” “ποίους” φησὶ “θέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψά‐ μενος αὐτοῦ τοῦ Διός.” “ὄμοσόν μοι” φησὶ “τὴν θάλασσαν τὴν κομίσασάν με πρὸς σὲ καὶ τὴν Ἀφροδίτην τὴν δείξασάν μέ σοι καὶ
5τὸν Ἔρωτα τὸν νυμφαγωγόν.” ἤρεσε ταῦτα καὶ ταχέως ἐγένετο.

3

.

2

.

6

〈Τὸ〉 μὲν οὖν ἐρωτικὸν πάθος ἔσπευδέ τε καὶ ἀναβολὴν οὐκ ἐπέ‐ τρεπε τοῖς γάμοις· ταμιεύεσθαι γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν ψυχὴν ἐβαπτίζετο, ὅμως δὲ ἀνακύπτειν ἐβιάζετο καθάπερ ἐκ

3

.

2

.

7

τρικυμίας τοῦ πάθους. καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖς· “ἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον; οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἵνα μὴ ἑορτάσω τοὺς Καλλιρόης γάμους. ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ
5μέλλοντα· πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν ἡ Φήμη· δι’ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς· διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν· ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ‘ζῇ Καλλιρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον

3

.

2

.

8

ἔκλεψαν αὐτήν, καὶ ἐν Μιλήτῳ πέπραται.‘ καταπλεύσουσιν ἤδη τριήρεις Συρακοσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγα‐ τέρα. τί μέλλω λέγειν; ‘Θήρων μοι πέπρακε;‘ Θήρων δὲ ποῦ; καί, κἂν πιστευθῶ, τὴν ἀλήθειαν, ‘ὑποδοχεύς εἰμι λῃστοῦ;‘ μελέτα,38
5Διονύσιε, τὴν δίκην. τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. ἄριστον οὖν τότε λέγειν ‘ἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ’ ὅπως ἤκουσα· ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ

3

.

2

.

9

νόμους ἔγημα.‘ πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός εἰμι τῶν γάμων. καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.”

3

.

2

.

10

Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν· μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον· ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ

3

.

2

.

11

τὴν πόλιν εὐωχῆσαι προῄρημαι.” πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρόην (οὐδέπω γὰρ ἐβούλετο δεικνύναι 〈τοῖσ〉 πολλοῖς) ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας ἥτις
5ἦν ἐπ’ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου· Πλαγγόνι δὲ τὴν

3

.

2

.

12

ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε. μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν ἡ Καλλιρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπηύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεών, πάντας ἐκβαλοῦσα, ταῦτα εἶπε πρὸς τὴν θεόν· “δέσποινα Ἀφροδίτη, μέμψομαί σοι δικαίως ἢ χάριν γνῶ; σύ με οὖσαν παρ‐
5θένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ’ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς.

3

.

2

.

13

οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,” δείξασα τὴν γαστέρα. “ἱκετεύω δέ σε” φησὶν “οὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ’ ὑπὲρ τούτου. ποίησόν μου λαθεῖν τὴν τέχνην. ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου

3

.

2

.

14

παιδίον, τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατε‐ σχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ἡ
5ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. ἅμα δὲ τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις

3

.

2

.

15

ἐστεφανωμένη. ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. λογοποιΐαι δὲ ἦσαν τίς ἡ νύμφη· τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηῒς ἐκ θαλάσσης ἀναβέβηκεν ἢ ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυ‐39

3

.

2

.

16

σίου κτημάτων· τοῦτο γὰρ οἱ ναῦται διελάλουν. μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα
5γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν. ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν, ἀπέβλεψεν

3

.

2

.

17

εἰς τὸ πλῆθος. πάντες οὖν ἀνεβόησαν “ἡ Ἀφροδίτη γαμεῖ.” πορ‐ φυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ’ οὐδ’ ἐν αὐτοῖς τοῖς λιμέσι· μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρού‐
5μενον. ἀλλ’ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος· ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.

3

.

3

.

1

Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε Καλλιρόης
5ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν

3

.

3

.

2

εἴσοδον. ὁ μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατεί‐ χετο τοῦ γεγονότος χάριν· ἄγγελος δὲ Φήμη ταχεῖα Συρακοσίοις ἐμήνυσε τὸ παράδοξον. πάντες οὖν συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης.

3

.

3

.

3

ὁ δὲ εἰσπεμφθεὶς πάντα ἀκριβῶς ἐμήνυσεν. ἄπιστον ἐδόκει τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ’ οὖν εἰσήϊξε Χαιρέας αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρόην ἰδεῖν κἂν νεκράν· ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν

3

.

3

.

4

εὑρεῖν ἠδύνατο. πολλοὶ μετ’ αὐτὸν εἰσῆλθον ὑπ’ ἀπιστίας· ἀμη‐ χανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἐνεστὼς “τὰ ἐντάφια σε‐ σύληται, τυμβωρύχων τὸ ἔργον· ἡ νεκρὰ δὲ ποῦ;” λογοποιΐαι
πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς40
5τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ’ αὑτοῦ μὴ θέλου‐

3

.

3

.

5

σαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας; διὰ τοῦτο καὶ αἰφνί‐ διον ἀπέθανεν, ἵνα μὴ νοσήσῃ. οὕτω καὶ Θησέως Ἀριάδνην ἀφείλετο Διόνυσος καὶ Σεμέλην ὁ Ζεύς· μὴ γὰρ οὐκ ᾔδειν ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων ἦν ἢ καθ’ ἡμᾶς. ἀλλ’ οὐκ ἔδει ταχέως αὐτὴν

3

.

3

.

6

οὐδὲ μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν. ἡ Θέτις θεὰ μὲν ἦν, ἀλλὰ Πηλεῖ παρέμεινε καὶ υἱὸν ἔσχεν ἐκεῖνος ἐξ αὐτῆς, ἐγὼ δὲ ἐν ἀκμῇ τοῦ ἔρωτος ἀπελείφθην. τί πάθω; τί γένωμαι, δυσ‐ τυχής; ἐμαυτὸν ἀνέλω; καὶ μετὰ τίνος ταφῶ; ταύτην γὰρ εἶχον
5ἐλπίδα τῆς συμφορᾶς· εἰ θάλαμον μετὰ Καλλιρόης κοινὸν οὐκ ἐτή‐

3

.

3

.

7

ρησα, τάφον αὐτῇ κοινὸν εὑρήσω. ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς. σύ με ζῆν ἀναγκάζεις· ζητήσω γάρ σε διὰ γῆς καὶ θαλάσσης, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν ἀέρα δύνωμαι. τοῦτο δέομαί σου, γύναι, σύ με μὴ φύγῃς.” θρῆνον τὸ πλῆθος ἐξέρρηξεν ἐπὶ
5τούτοις καὶ πάντες ὡς ἄρτι τεθνεῶσαν Καλλιρόην ἤρξαντο θρηνεῖν.

3

.

3

.

8

Τριήρεις εὐθὺς κατεσπῶντο καὶ τὴν ζήτησιν πολλοὶ διενέμοντο· Σικελίαν μὲν γὰρ αὐτὸς Ἑρμοκράτης ἐρευνᾷ, Χαιρέας δὲ Λιβύην· εἰς Ἰταλίαν τινὲς ἐξεπέμποντο, καὶ ἄλλοι περαιοῦσθαι τὸν Ἰόνιον ἐκελεύσθησαν. ἡ μὲν οὖν ἀνθρωπίνη βοήθεια παντάπασιν ἦν ἀσθενής,
5ἡ Τύχη δὲ ἐφώτισε τὴν ἀλήθειαν, ἧς χωρὶς ἔργον οὐδὲν τέλειον·

3

.

3

.

9

μάθοι δ’ ἄν τις ἐκ τῶν γενομένων. πωλήσαντες γὰρ οἱ τυμβωρύχοι τὸ δυσδιάθετον φορτίον, τὴν γυναῖκα, Μίλητον μὲν ἀπέλιπον, ἐπὶ Κρήτης δὲ τὸν πλοῦν ἐποιοῦντο, νῆσον ἀκούοντες εὐδαίμονα καὶ μεγάλην, ἐν ᾗ τὴν διάπρασιν τῶν φορτίων ἤλπισαν ἔσεσθαι ῥᾳδίαν.

3

.

3

.

10

ὑπολαβὼν δὲ αὐτοὺς ἄνεμος σφοδρὸς εἰς τὸν Ἰόνιον ἐξέωσεν, κἀκεῖ λοιπὸν ἐπλανῶντο ἐν ἐρήμῳ θαλάσσῃ. βρονταὶ δὲ καὶ ἀστραπαὶ καὶ νὺξ μακρὰ κατελάμβανε τοὺς ἀνοσίους, ἐπιδεικνυμένης τῆς Προνοίας ὅτι τότε διὰ Καλλιρόην ηὐπλόουν. ἐγγὺς γινομένους ἑκάστοτε τοῦ
5θανάτου ταχέως οὐκ ἀπήλλαττεν ὁ θεὸς τοῦ φόβου, μακρὸν αὐτοῖς41

3

.

3

.

11

ποιῶν τὸ ναυάγιον. γῆ μὲν οὖν τοὺς ἀνοσίους οὐκ ἐδέχετο, θαλατ‐ τεύοντες δὲ πολὺν χρόνον ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος, ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. βραδέως μὲν οὖν μετενόουν

3

.

3

.

12

ἐφ’ οἷς ἐτόλμησαν, ὅτι “οὐδὲν ὄφελος” ἐγκαλοῦντες ἀλλήλοις. οἱ μὲν οὖν ἄλλοι πάντες ἔθνησκον ὑπὸ δίψης, Θήρων δὲ καὶ ἐν ἐκείνῳ τῷ καιρῷ πανοῦργος ἦν· ὑποκλέπτων γὰρ τοῦ ποτοῦ καὶ τοὺς συλ‐ λῃστὰς ἐλῄστευεν. ᾤετο μὲν οὖν τεχνικόν τι πεποιηκέναι, τὸ δὲ
5ἄρα τῆς Προνοίας ἔργον ἦν βασάνοις καὶ σταυρῷ τὸν ἄνδρα τηρούσης.

3

.

3

.

13

ἡ γὰρ τριήρης ἡ Χαιρέαν κομίζουσα πλανωμένῳ τῷ κέλητι περιπίπτει καὶ τὸ μὲν πρῶτον ὡς πειρατικὸν ἐξένευσεν· ἐπεὶ δ’ ἀκυβέρνητος ἐφάνη, πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς εἰκῆ φερόμενος, ἐκ τῆς τρι‐ ήρους τις ἀνέκραγεν “οὐκ ἔχει τοὺς ἐμπλέοντας· μὴ φοβηθῶμεν,

3

.

3

.

14

ἀλλὰ πλησιάσαντες ἱστορήσωμεν τὸ παράδοξον.” ἤρεσε τῷ κυβερ‐ νήτῃ· Χαιρέας μὲν γὰρ ἐν κοίλῃ νηῒ συγκεκαλυμμένος ἔκλαιεν. ἐπεὶ δὲ ἐπλησίασαν, τὸ μὲν πρῶτον τοὺς ἔνδον ἐκάλουν· ὡς δὲ ὑπήκουεν οὐδείς, ἀνέβη τις ἀπὸ τῆς τριήρους, εἶδε δὲ οὐδὲν ἕτερον ἢ
5χρυσὸν καὶ νεκρούς. ἐμήνυσε τοῖς ναύταις· ἔχαιρον, εὐτυχεῖς ἐνό‐

3

.

3

.

15

μιζον ἑαυτούς, ὡς ἐν θαλάσσῃ θησαυρὸν εὑρόντες. θορύβου δὲ γενομένου Χαιρέας ἤρετο τίς ἡ αἰτία. μαθὼν οὖν καὶ αὐτὸς ἠβουλήθη τὸ καινὸν θεάσασθαι. γνωρίσας δὲ τὰ ἐντάφια περιερρήξατο καὶ μέγα καὶ διωλύγιον ἀνεβόησεν “οἴμοι, Καλλιρόη· ταῦτά ἐστι τὰ σά.
5στέφανος οὗτος, ὃν ἐγώ σοι περιέθηκα· τοῦτο ὁ πατήρ σοι δέδωκε, τοῦτο ἡ μήτηρ· αὕτη στολὴ νυμφική. τάφος σοι γέγονεν ἡ ναῦς.

3

.

3

.

16

ἀλλὰ τὰ μὲν σὰ βλέπω, σὺ δὲ ποῦ; μόνη τοῖς ἐνταφίοις ἡ νεκρὰ λείπει.” τούτων ἀκούσας ὁ Θήρων ἔκειτο ὅμοιος τοῖς νεκροῖς, καὶ γὰρ ἦν ἡμιθανής. πολλὰ μὲν οὖν ἐβουλεύσατο τὸ μηδ’ ὅλως φωνὴν ἀφεῖναι μηδὲ κινεῖσθαι· τὸ γὰρ μέλλον οὐκ ἦν ἀπροόρατον αὐτῷ·
5φύσει δὲ φιλόζωόν ἐστιν ἄνθρωπος καὶ οὐδὲ ἐν ταῖς ἐσχάταις συμφοραῖς ἀπελπίζει τὴν πρὸς τὸ βέλτιον μεταβολήν, τοῦ δημιουρ‐ γήσαντος θεοῦ τὸ σόφισμα τοῦτο πᾶσιν ἐγκατασπείραντος, ἵνα μὴ

3

.

3

.

17

φύγωσι βίον ταλαίπωρον. κατεχόμενος οὖν τῷ δίψει ταύτην πρώτην ἀφῆκε φωνὴν “ποτόν”. ἐπεὶ δὲ αὐτῷ προσηνέχθη καὶ πάσης ἔτυχεν ἐπιμελείας, παρακαθεσθεὶς αὐτῷ ὁ Χαιρέας ἤρετο “τίνες ἐστέ; καὶ ποῦ πλεῖτε; καὶ πόθεν ταῦτα; καὶ τί τὴν κυρίαν αὐτῶν42
5πεποιήκατε;” Θήρων δὲ ἐμνημόνευεν ἑαυτοῦ ὡς πανοῦργος ἄνθρωπος καὶ “Κρὴς” εἶπεν “εἰμί, πλέω δὲ εἰς Ἰωνίαν· ἀδελφὸν ἐμαυτοῦ

3

.

3

.

18

ζητῶ στρατευόμενον. κατελείφθην ὑπὸ τῶν ἐπὶ τῆς νεὼς ἐν Κεφαλ‐ ληνίᾳ, ταχείας [δὲ] τῆς ἀναγωγῆς γενομένης ἐκεῖθεν. ἐπέβην τοῦδε τοῦ κέλητος παραπλέοντος εὐκαίρως. ἐξαισίοις δὲ πνεύμασιν ἐξεώ‐ σθημεν εἰς ταύτην τὴν θάλασσαν· εἶτα γαλήνης μακρᾶς γενομένης
5δίψει πάντες ἀνῃρέθησαν, ἐγὼ δὲ μόνος ἐσώθην ὑπὸ τῆς ἐμῆς εὐσε‐ βείας.” ἀκούσας οὖν ὁ Χαιρέας ἐκέλευσεν ἐξάψαι τὸν κέλητα τῆς τριήρους, ἕως εἰς τοὺς Συρακοσίων λιμένας κατέπλευσε.

3

.

4

.

1

Προεπεδήμησε δὲ ἡ Φήμη φύσει μὲν οὖσα ταχεῖα, τότε δὲ μᾶλλον σπεύσασα μηνῦσαι πολλὰ παράδοξα καὶ καινά. πάντες οὖν ἐπὶ τὴν θάλασσαν συνέτρεχον, καὶ ἦν ὁμοῦ πάθη ποικίλα κλαόντων, θαυμα‐ ζόντων, πυνθανομένων, ἀπιστούντων· ἐξέπληττε γὰρ αὐτοὺς τὸ

3

.

4

.

2

καινὸν διήγημα. ἰδοῦσα δὲ ἡ μήτηρ τὰ ἐντάφια τῆς θυγατρὸς ἀνεκώ‐ κυσεν “ἐπιγινώσκω πάντα· σύ, τέκνον, μόνη λείπεις. ὢ καινῶν τυμβωρύχων· τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν φυλάξαντες μόνην ἔκλεψάν μου τὴν θυγατέρα.” συνήχησαν δὲ αἰγιαλοὶ καὶ λιμένες κοπτο‐
5μέναις ταῖς γυναιξί, καὶ γῆν καὶ θάλασσαν ἐνέπλησαν οἰμωγῆς.

3

.

4

.

3

Ἑρμοκράτης δὲ ἔφη, στρατηγικὸς ἀνὴρ καὶ πραγμάτων ἐπιστήμων, “οὐκ ἐνταῦθα χρὴ ζητεῖν, ἀλλὰ νομιμωτέραν ποιήσασθαι τὴν ἀνά‐ κρισιν. ἀπίωμεν εἰς τὴν ἐκκλησίαν. τίς οἶδεν εἰ χρεία γένοιτο καὶ δικαστῶν.”

3

.

4

.

4

‘Οὔπω πᾶν εἴρητο ἔποσ‘ καὶ ἤδη μεστὸν ἦν τὸ θέατρον. ἐκείνην τὴν ἐκκλησίαν ἂν ἤγαγον καὶ γυναῖκες. ὁ μὲν οὖν δῆμος μετέωρος καθῆστο, Χαιρέας δὲ πρῶτος εἰσῆλθε μελανείμων, ὠχρός, αὐχμῶν,
οἷος ἐπὶ τὸν τάφον ἠκολούθησε τῇ γυναικί, καὶ ἐπὶ μὲν τὸ βῆμα οὐκ43
5ἠθέλησεν ἀναβῆναι, κάτω δέ που στὰς τὸ μὲν πρῶτον ἐπὶ πολὺν ἔκλαε χρόνον καὶ φθέγξασθαι θέλων οὐκ ἠδύνατο· τὸ δὲ πλῆθος ἐβόα

3

.

4

.

5

“θάρρει καὶ λέγε.” μόλις οὖν ἀναβλέψας “ὁ μὲν παρὼν” εἶπε “καιρὸς οὐκ ἦν δημηγοροῦντος ἀλλὰ πενθοῦντος, ἐγὼ δὲ ὑπὸ τῆς αὐτῆς ἀνάγκης καὶ λέγω καὶ ζῶ, μέχρις ἂν ἐξεύρω Καλλιρόης τὴν ἀναίρεσιν. διὰ τοῦτο δὲ ἐντεῦθεν ἐκπλεύσας οὐκ οἶδα πότερον

3

.

4

.

6

εὐτυχῆ τὸν πλοῦν ἢ δυστυχῆ πεποίημαι. πλοῖον γὰρ ἐθεασάμεθα ἐν εὐδίᾳ πλανώμενον, ἰδίου χειμῶνος γέμον καὶ βαπτιζόμενον ἐν γαλήνῃ. θαυμάσαντες ἤλθομεν πλησίον. ἔδοξα τὸν τῆς ἀθλίας μου γυναικὸς τάφον ἰδεῖν, πάντα ἔχοντα τὰ ἐκείνης, πλὴν ἐκείνης.
5νεκρῶν μὲν ἦν πλῆθος, ἀλλοτρίων δὲ πάντων. ὅδε δέ τις ἐν αὐτοῖς ἡμιθανὴς εὑρέθη. τοῦτον ἐγὼ μετὰ πάσης ἐπιμελείας ἀνεκτησάμην καὶ ὑμῖν ἐτήρησα.”

3

.

4

.

7

Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης. ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς 〈καὶ〉 καταπέλτης καὶ πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ

3

.

4

.

8

τῆς Προνοίας τὰ ἔπαθλα τῶν ἀγώνων. ἐπεὶ δὲ ἐν μέσῳ ἔστη τῶν ἀρχόντων, εἷς ἀνέκρινεν αὐτόν· “τίς εἶ;” “Δημήτριος” εἶπε. “πόθεν;” “Κρής.” “τί οἶδας; εἰπέ.” “πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην νεώς, εἶτα κέλητος ἐπέβην παρα‐
5πλέοντος. τότε μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβω‐

3

.

4

.

9

ρύχους. θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόγις δὲ ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι πονηρόν. μὴ οὖν ὑμεῖς, ὦ Συρακόσιοι, δῆμος ἐπὶ φιλανθρωπίᾳ περιβόητος, γένησθέ μοι καὶ δίψους καὶ θαλάσσης
5ἀγριώτεροι.”

3

.

4

.

10

Ταῦτα λέγοντος οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχα ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς, —ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακοσίους
5ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δι’ ἀσέβειαν—, ἵνα

3

.

4

.

11

ἐπὶ πλέον κολασθῇ. καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώ‐ ρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησε “ψεύδεται.”44

3

.

4

.

12

πᾶς οὖν ὁ δῆμος ἐπεστράφη, καὶ προσέταξαν οἱ ἄρχοντες καταβῆναι τὸν πρῶτον εἰπόντα· ἀρνουμένου δὲ Θήρωνος ὁ ἁλιεὺς μᾶλλον ἐπι‐ στεύθη. βασανιστὰς εὐθὺς ἐκάλουν καὶ μάστιγες προσεφέροντο τῷ δυσσεβεῖ· καιόμενος δὲ καὶ τεμνόμενος ἀντεῖχεν ἐπὶ πλέον καὶ μικροῦ

3

.

4

.

13

δεῖν ἐνίκησε τὰς βασάνους. ἀλλὰ μέγα τὸ συνειδὸς ἑκάστῳ καὶ παγκρατὴς ἡ ἀλήθεια· μόλις μὲν γὰρ καὶ βραδέως ἀλλ’ ὡμολόγησεν ὁ Θήρων. ἤρξατο οὖν διηγεῖσθαι “πλοῦτον θαπτόμενον ἰδὼν συνή‐

3

.

4

.

14

γαγον λῃστάς. ἠνοίξαμεν τὸν τάφον· εὕρομεν ζῶσαν τὴν νεκράν· πάντα συλήσαντες ἐνεθήκαμεν τῷ κέλητι· πλεύσαντες εἰς Μίλητον μόνην ἐπωλήσαμεν τὴν γυναῖκα, τὰ δὲ λοιπὰ διεκομίζομεν εἰς Κρήτην· ἐξωσθέντες δὲ εἰς τὸν Ἰόνιον ὑπὸ ἀνέμων ἃ πεπόνθαμεν καὶ ὑμεῖς
5ἑωράκατε.” πάντα εἰπὼν μόνον τοὔνομα οὐκ ἐμνημόνευσε τοῦ πριαμένου.

3

.

4

.

15

Ῥηθέντων δὲ τούτων χαρὰ καὶ λύπη πάντας εἰσῆλθε· χαρὰ μὲν ὅτι ζῇ Καλλιρόη, λύπη δὲ ὅτι πέπραται. Θήρωνι μὲν οὖν θανά‐ του ψῆφος ἠνέχθη, Χαιρέας δὲ ἱκέτευε μηδέπω θνήσκειν τὸν ἄνθρωπον, “ἵνα μοι” φησὶν “ἐλθὼν μηνύσῃ τοὺς ἀγοράσαντας.
5λογίσασθέ μου τὴν ἀνάγκην· συνηγορῶ τῷ πωλήσαντί μου τὴν

3

.

4

.

16

γυναῖκα.” τοῦτο Ἑρμοκράτης ἐκώλυσε γενέσθαι “βέλτιον” εἰπὼν “ποιήσασθαι τὴν ζήτησιν ἐπιπονωτέραν ἢ λυθῆναι τοὺς νόμους. δέομαι δὲ ὑμῶν, ἄνδρες Συρακόσιοι, μνησθέντας στρατηγίας τῆς ἐμῆς καὶ τροπαίων ἀποδοῦναί μοι τὴν χάριν εἰς τὴν θυγατέρα. πέμψατε

3

.

4

.

17

πρεσβείαν ὑπὲρ αὐτῆς· τὴν ἐλευθέραν ἀπολάβωμεν.” ἔτι λέγοντος ὁ δῆμος ἀνεβόησε “πάντες πλεύσωμεν,” ἐκ δὲ τῆς βουλῆς ὑπέστησαν ἐθελονταὶ τὸ πλεῖστον μέρος· ὁ δὲ Ἑρμοκράτης “τῆς μὲν τιμῆς” ἔφη “χάριν ἐπίσταμαι πᾶσιν, ἀρκοῦσι δὲ πρεσβευταὶ δύο μὲν ἀπὸ τοῦ
5δήμου, δύο δὲ ἀπὸ τῆς βουλῆς· πλεύσεται δὲ Χαιρέας πέμπτος αὐτός.”

3

.

4

.

18

Ἔδοξε ταῦτα καὶ ἐκυρώθη, διέλυσέ τε ἐπὶ τούτοις τὴν ἐκκλησίαν. ἀπαγομένῳ δὲ Θήρωνι μέγα μέρος τοῦ πλήθους ἐπηκολούθησεν.
ἀνεσκολοπίσθη δὲ πρὸ τοῦ Καλλιρόης τάφου καὶ ἔβλεπεν ἀπὸ τοῦ σταυροῦ τὴν θάλασσαν ἐκείνην, δι’ ἧς αἰχμάλωτον ἔφερε τὴν Ἑρμο‐45
5κράτους θυγατέρα, ἣν οὐκ ἔλαβον οὐδὲ Ἀθηναῖοι.

3

.

5

.

1

Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐδόκει περιμένειν τὴν ὥραν τοῦ πλοῦ καὶ ἔαρος ὑπολάμψαντος ἀνάγεσθαι· τότε γὰρ ἔτι χειμὼν εἱστήκει καὶ παντάπασιν ἀδύνατον ἐδόκει τὸν Ἰόνιον περαιοῦσθαι· Χαιρέας δὲ ἔσπευδεν, ἕτοιμος ὢν διὰ τὸν ἔρωτα ζεύξας σχεδίαν εἰς τὸ

3

.

5

.

2

πέλαγος ἑαυτὸν ἀφεῖναι τοῖς ἀνέμοις φέρεσθαι. οὔκουν οὐδὲ οἱ πρέσβεις ἤθελον βραδύνειν ὑπ’ αἰδοῦς τῆς τε πρὸς ἐκεῖνον καὶ μάλιστα πρὸς Ἑρμοκράτην, ἀλλ’ ἡτοιμάζοντο πλεῖν. Συρακόσιοι δὲ δημοσίᾳ τὸν στόλον ἐξέπεμψαν, ἵνα καὶ τοῦτο εἰς ἀξίωμα προστεθῇ

3

.

5

.

3

τῆς πρεσβείας. καθείλκυσαν οὖν ἐκείνην τὴν τριήρη τὴν στρατηγικήν, ἔχουσαν ἔτι τὰ σημεῖα τῆς νίκης. ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῆς ἀναγωγῆς ἡμέρα, τὸ πλῆθος εἰς τὸν λιμένα συνέδραμεν, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες, καὶ ἦσαν ὁμοῦ εὐχαί, δάκρυα, στεναγ‐

3

.

5

.

4

μοί, παραμυθία, φόβος, θάρσος, ἀπόγνωσις, ἐλπίς. Ἀρίστων δέ, ὁ Χαιρέου πατήρ, ἐσχάτῳ γήρᾳ καὶ νόσῳ φερόμενος, περιέφυ τῷ τραχήλῳ τοῦ παιδὸς καὶ ἀνακρεμάμενος αὐτοῦ τοῦ τραχήλου κλαίων ἔλεγε “τίνι με καταλείπεις, ὦ τέκνον, ἡμιθνῆτα πρεσβύτην; ὅτι

3

.

5

.

5

μὲν γὰρ οὐκέτι σε ὄψομαι δῆλον. ἐπίμεινον δὲ κἂν ὀλίγας ἡμέρας, ὅπως ἐν ταῖς χερσὶ ταῖς σαῖς ἀποθάνω· θάψον δέ με καὶ ἄπιθι.” ἡ δὲ μήτηρ τῶν γονάτων αὐτοῦ λαβομένη “ἐγὼ δέ σου δέομαι” φησίν, “ὦ τέκνον, μή με ἐνταῦθα καταλίπῃς ἔρημον, ἀλλ’ ἐμβαλοῦ
5τριήρει φορτίον κοῦφον· ἂν δὲ ὦ βαρεῖα καὶ περιττή, ῥίψατέ με εἰς

3

.

5

.

6

τὴν θάλασσαν ἵνα σὺ πλέῃς.” ταῦτα λέγουσα περιερρήξατο, καὶ τὸ στῆθος προτείνουσα 〈καὶ〉 τὰς θηλὰς “τέκνον” φησί,
“τάδ’ αἴδεο καί μ’ ἐλέησον
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον.”
5κατεκλάσθη Χαιρέας πρὸς τὰς τῶν γονέων ἱκεσίας καὶ ἔρριψεν ἑαυτὸν ἀπὸ τῆς νεὼς εἰς τὴν θάλασσαν, ἀποθανεῖν θέλων, ἵνα φύγῃ δυοῖν θάτερον, ἢ τὸ μὴ ζητεῖν Καλλιρόην ἢ τὸ λυπῆσαι τοὺς γονεῖς·46

3

.

5

.

7

ταχέως δὲ ἀπορρίψαντες οἱ ναῦται μόλις αὐτὸν ἀνεκούφισαν. ἐν‐ ταῦθα Ἑρμοκράτης ἀπεσκέδασε τὸ πλῆθος καὶ ἐκέλευσε τῷ κυβερνήτῃ λοιπὸν ἀνάγεσθαι. συνέβη δέ τι καὶ ἄλλο φιλίας ἔργον οὐκ ἀγεννές. Πολύχαρμος γάρ, 〈ὁ〉 ἑταῖρος τοῦ Χαιρέου, παραυτὰ μὲν οὐκ ὤφθη
5ἐν τῷ μέσῳ, ἀλλὰ καὶ πρὸς τοὺς γονεῖς ἔφη “φίλος μέν, φίλος Χαιρέας, οὐ μὴν ἄχρι τούτου γε ὥστε καὶ περὶ τῶν ἐσχάτων αὐτῷ

3

.

5

.

8

συγκινδυνεύειν. διόπερ, ἕως ἀποπλεῖ, ὑπεκστήσομαι.” ἡνίκα δὲ ἀπεσάλευσε τῆς γῆς τὸ πλοῖον, ἀπὸ τῆς πρύμνης αὐτοὺς ἀπησπάσατο, ἵνα μηκέτι αὐτὸν δύνωνται κατασχεῖν.

3

.

5

.

9

Ἐξελθὼν δὲ τοῦ λιμένος Χαιρέας καὶ ἀποβλέψας εἰς τὸ πέλαγος “ἄγε με” φησίν, “ὦ θάλασσα, τὸν αὐτὸν δρόμον ὃν καὶ Καλλι‐ ρόην ἤγαγες. εὔχομαί σοι, Πόσειδον, ἢ κἀκείνην μεθ’ ἡμῶν ἢ μηδὲ ἐμὲ χωρὶς ἐκείνης ἐνταῦθα. εἰ μὴ γὰρ δύναμαι τὴν γυναῖκα
5τὴν ἐμὴν ἀπολαβεῖν, θέλω κἂν δουλεύειν μετ’ αὐτῆς.”

3

.

6

.

1

Πνεῦμα δὲ φορὸν ὑπέλαβε τὴν τριήρη καὶ ὥσπερ κατ’ ἴχνος τοῦ κέλητος ἔτρεχεν. ἐν δὲ ταῖς ἴσαις ἡμέραις εἰς Ἰωνίαν ἧκον καὶ

3

.

6

.

2

ὡρμίσαντο ἐπὶ τῆς αὐτῆς ἀκτῆς ἐν τοῖς Διονυσίου χωρίοις. οἱ μὲν οὖν ἄλλοι κεκμηκότες ἐκβάντες εἰς τὴν γῆν περὶ τὴν ἀνάληψιν ἠπείγοντο τὴν ἑαυτῶν, σκηνάς τε πηγνύμενοι καὶ παρασκευάζοντες εὐωχίαν, Χαιρέας δὲ μετὰ Πολυχάρμου περινοστῶν “πῶς νῦν”
5φησὶ “Καλλιρόην εὑρεῖν δυνάμεθα; μάλιστα μὲν γὰρ φοβοῦμαι μὴ Θήρων ἡμᾶς διεψεύσατο καὶ τέθνηκεν ἡ δυστυχής. εἰ δ’ ἄρα καὶ

3

.

6

.

3

ἀληθῶς πέπραται, τίς οἶδεν ὅπου; πολλὴ γὰρ ἡ Ἀσία.” μεταξὺ δὲ ἀλύοντες περιέπεσον τῷ νεῷ τῆς Ἀφροδίτης. ἔδοξεν οὖν αὐτοῖς προσκυνῆσαι τὴν θεόν, καὶ προσδραμὼν τοῖς γόνασιν αὐτῆς Χαιρέας “σύ μοι, δέσποινα” 〈φησί〉, “πρώτη Καλλιρόην ἔδειξας ἐν τῇ σῇ
5ἑορτῇ· σὺ καὶ νῦν ἀπόδος, ἣν ἐχαρίσω.” μεταξὺ 〈δ’〉 ἀνακύψας εἶδε παρὰ τὴν θεὸν εἰκόνα Καλλιρόης χρυσῆν, ἀνάθημα Διονυσίου.
Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.47

3

.

6

.

4

κατέπεσεν οὖν σκοτοδινιάσας· θεασαμένη δὲ αὐτὸν ἡ ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπε “θάρρει, τέκνον· καὶ ἄλλους πολλοὺς ἡ θεὸς ἐξέπληξεν· ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. ἀλλ’ ἀγαθοῦ μεγάλου τοῦτ’ ἔστι σημεῖον. ὁρᾷς
5εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, ἡ δὲ Ἀφροδίτη πάντων

3

.

6

.

5

ἡμῶν κυρίαν πεποίηκεν αὐτήν.” “τίς γάρ ἐστιν;” ὁ Χαιρέας εἶπεν. “αὕτη ἡ δέσποινα τῶν χωρίων τούτων, ὦ τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.” ἀκούσας ὁ Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ’ ὑποβαστάσας
5ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν

3

.

6

.

6

ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους. ὁ δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ’ [ἅμα] ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα· πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ “ὦ θάλασσα” φησὶ
5“φιλάνθρωπε, τί με διέσωσας; ἢ ἵνα εὐπλοήσας ἴδω Καλλιρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος

3

.

6

.

7

Χαιρέου. τί ποιήσω, δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομίσασθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε 〈πτωχ〉εύουσαν εὑρήκειν. εἴπω Διονυσίῳ
5προσελθὼν ‘ἀπόδος μοι τὴν γυναῖκα;‘ τοῦτο δὲ λέγει τίς γεγαμη‐

3

.

6

.

8

κότι; ἀλλ’ οὐδ’, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ’ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. κινδυνεύσω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.” ταῦτα ὀδυρόμενον παρεμυ‐ θεῖτο Πολύχαρμος.

3

.

7

.

1

Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, ὁ οἰκονόμος Διονυσίου, θεασάμενος τριήρη ναύμαχον οὐκ ἀδεὴς καθειστήκει· ναύτην δέ τινα ὑποκορισά‐ μενος μανθάνει παρ’ αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ τίνα πλέουσι. συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν ἡ τριήρης
5αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρόης ἀποσπασθείς.

3

.

7

.

2

οἷα δὲ φιλοδέσποτος ἐθελήσας προλαβεῖν τὸ δεινὸν καὶ σβέσαι
πόλεμον μέγαν μὲν οὔ, 〈οὐδὲ〉 κοινόν, ἀλλὰ τῆς Διονυσίου μόνης οἰκίας, διὰ τοῦτο ἀφιππευσάμενος εἴς τι φρούριον βαρβάρων, ἀνήγ‐ γειλεν ὅτι τριήρης πολεμία λανθάνει, τάχα μὲν ἐπὶ κατασκοπήν,48
5τάχα δὲ καὶ διὰ λῃστείαν ὑφορμοῦσα, συμφέρει δὲ τοῖς βασιλέως

3

.

7

.

3

πράγμασιν ἀνάρπαστον αὐτὴν γενέσθαι πρὶν ἀδικεῖν. ἔπεισε τοὺς βαρβάρους καὶ συντεταγμένους ἤγαγεν. ἐπιπεσόντες οὖν μέσῃ νυκτὶ καὶ πῦρ ἐμβαλόντες τὴν μὲν τριήρη κατέφλεξαν, ὅσους δὲ ζῶντας ἔλαβον δήσαντες εἰς τὸ φρούριον ἀνήγαγον. νεμήσεως δὲ τῶν
5αἰχμαλώτων γενομένης ἱκέτευσαν Χαιρέας καὶ Πολύχαρμος ἑνὶ δεσπότῃ πραθῆναι. καὶ ὁ λαβὼν αὐτοὺς ἐπώλησεν εἰς Καρίαν. ἐκεῖ δὲ πέδας σύροντες παχείας εἰργάζοντο τὰ Μιθριδάτου.

3

.

7

.

4

Καλλιρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος· ἀνεκώκυσε δὴ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοις “Χαιρέα, δεῦρο.” τότε πρῶτον Διονύσιος ἤκουσε 〈τὸ〉 ὄνομα Χαιρέου καὶ τῆς γυναικὸς συνταραχθείσης ἐπύθετο “τίς,
5ὃν ἐκάλεις;” προύδωκε δὲ αὐτὴν τὰ δάκρυα καὶ τὴν λύπην οὐκ

3

.

7

.

5

ἐδυνήθη κατασχεῖν, ἀλλ’ ἔδωκε παρρησίαν τῷ πάθει. “δυστυχὴς” φησὶν “ἄνθρωπος, ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις εὐτυχής· εἶδον γὰρ αὐτὸν δεδεμένον. ἀλλὰ σὺ μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ (δηλοῖ γὰρ θάνατόν σου τὰ δεσμά), ἐγὼ δὲ ζῶ καὶ τρυφῶ,
5κατάκειμαι δὲ ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. πλὴν οὐκ

3

.

7

.

6

εἰς μακρὰν ἀφίξομαι πρὸς σέ. εἰ καὶ ζῶντες ἀλλήλων οὐκ ἀπηλαύ‐ σαμεν, ἀποθανόντες ἀλλήλους ἕξομεν.” τούτων τῶν λόγων ἀκούσας ὁ Διονύσιος ποικίλας ἐλάμβανε γνώμας· ἥπτετο μὲν γὰρ αὐτοῦ ζηλοτυπία διότι καὶ νεκρὸν ἐφίλει Χαιρέαν, ἥπτετο δὲ καὶ φόβος μὴ
5ἑαυτὴν ἀποκτείνῃ· ἐθάρρει δὲ ὅμως ὅτι ὁ πρῶτος ἀνὴρ ἐδόκει τεθνη‐ κέναι τῇ γυναικί· μὴ γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος

3

.

7

.

7

ἔτι Χαιρέου. παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα τι δεινὸν ἑαυτὴν ἐργάσηται. περιέσπασε δὲ τὸ πένθος ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν γεγονέναι· τὸ δὲ πλεῖον ἡ γαστήρ· ἑβδόμῳ
5γὰρ μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ Διονυσίου,
Χαιρέου δὲ ταῖς ἀληθείαις. ἑορτὴν μεγίστην ἤγαγεν ἡ πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων ὅτι τὸ γένος αὔξει τὸ Διονυσίου. κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε τῆς οἰκίας. ἀναθημάτων49
10ἐνέπλησε τοὺς ναούς, πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.

3

.

8

.

1

Ἀγωνιῶσα δὲ Καλλιρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς. “ἀσμένως” εἶπεν ὁ

3

.

8

.

2

Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς. ἄδικον δὲ ποιοῦμεν εἰ τὴν 〈μὲν〉 θεραπαινίδα τετιμήκαμεν, οὐκ ἀποδώσομεν δὲ τὴν χάριν τῇ Ἀφροδίτῃ, παρ’ ᾗ πρῶτον ἀλλήλους εἴδομεν.” “κἀγὼ” φησὶν ἡ Καλλιρόη “σοῦ θέλω μᾶλλον· ἔχω γὰρ αὐτῇ μείζονα χάριν.
5νῦν μὲν οὖν λεχὼ ἔτι εἰμί, περιμείναντες δὲ ὀλίγας ἡμέρας ἀσφα‐ λέστερον ἀπίωμεν εἰς τοὺς ἀγρούς.”

3

.

8

.

3

Ταχέως δὲ αὑτὴν ἀνέλαβεν ἐκ τοῦ τόκου καὶ κρείττων ἐγένετο καὶ μείζων, οὐκέτι κόρης, ἀλλὰ γυναικὸς ἀκμὴν προσλαβοῦσα. παρα‐ γενομένων δὲ αὐτῶν εἰς τὸν ἀγρὸν μεγαλοπρεπεῖς θυσίας παρεσκεύασε Φωκᾶς· καὶ γὰρ πλῆθος ἐπηκολούθησεν ἐξ ἄστεος. καταρχόμενος
5οὖν ὁ Διονύσιος ἑκατόμβης “δέσποινα” φησὶν “Ἀφροδίτη, σύ μοι

3

.

8

.

4

πάντων ἀγαθῶν αἰτία. παρὰ σοῦ Καλλιρόην ἔχω, παρὰ σοῦ τὸν υἱόν, καὶ ἀνήρ εἰμι διὰ σὲ καὶ πατήρ. ἐμοὶ μὲν ἤρκει Καλλιρόη, καὶ πατρίδος μοι καὶ γονέων γλυκυτέρα, φιλῶ δὲ τὸ τέκνον ὅτι μοι τὴν μητέρα βεβαιοτέραν πεποίηκεν. ὅμηρον ἔχω τῆς εὐνοίας τῆς πρὸς
5αὐτῆς. ἱκετεύω σε, δέσποινα, σῶζε ἐμοὶ μὲν Καλλιρόην, Καλλιρόῃ

3

.

8

.

5

δὲ τὸν υἱόν.” ἐπευφήμησε τὸ πλῆθος τῶν περιεστηκότων καὶ οἱ μὲν ῥόδοις, οἱ δὲ ἴοις, οἱ δὲ αὐτοῖς στεφάνοις ἐφυλλοβόλησαν αὐτούς, ὥστε πλησθῆναι τὸ τέμενος ἀνθῶν. Διονύσιος μὲν οὖν πάντων μὲν ἀκουόντων εἶπε τὴν εὐχήν, Καλλιρόη δὲ μόνη ἠθέλησε πρὸς τὴν

3

.

8

.

6

Ἀφροδίτην λαλῆσαι. πρῶτον μὲν οὖν τὸν υἱὸν εἰς τὰς αὑτῆς ἀγκάλας ἐνέθηκε, καὶ ὤφθη θέαμα κάλλιστον, οἷον οὔτε ζωγράφος ἔγραψεν οὔτε πλάστης ἔπλασεν οὔτε ποιητὴς ἱστόρησε μέχρι νῦν· οὐδεὶς γὰρ αὐτῶν ἐποίησεν Ἄρτεμιν ἢ Ἀθηνᾶν βρέφος ἐν ἀγκάλαις
5κομίζουσαν. ἔκλαυσεν ὑφ’ ἡδονῆς Διονύσιος ἰδὼν καὶ ἡσυχῆ τὴν Νέμεσιν προσεκύνησε. μόνην δὲ Πλαγγόνα προσμεῖναι κελεύσασα50

3

.

8

.

7

τοὺς λοιποὺς προέπεμψεν εἰς τὴν ἔπαυλιν. ἐπεὶ δὲ ἀπηλλάγησαν, στᾶσα πλησίον τῆς Ἀφροδίτης καὶ ἀνατείνασα χερσὶ τὸ βρέφος “ὑπὲρ τούτου σοι” φησίν, “ὦ δέσποινα, γινώσκω τὴν χάριν· ὑπὲρ ἐμαυτῆς γὰρ οὐκ οἶδα. τότ’ ἄν σοι καὶ περὶ ἐμαυτῆς ἠπιστάμην
5χάριν, εἴ μοι Χαιρέαν ἐτήρησας. πλὴν εἰκόνα μοι δέδωκας ἀνδρὸς

3

.

8

.

8

φιλτάτου καὶ ὅλον οὐκ ἀφείλω μου Χαιρέαν. δὸς δή μοι γενέσθαι τὸν υἱὸν εὐτυχέστερον μὲν τῶν γονέων, ὅμοιον δὲ τῷ πάππῳ· πλεύ‐ σειε δὲ καὶ οὗτος ἐπὶ τριήρους στρατηγικῆς, καί τις εἴποι, ναυμα‐ χοῦντος αὐτοῦ, ‘κρείττων Ἑρμοκράτους ὁ ἔκγονος·‘ ἡσθήσεται μὲν
5γὰρ καὶ ὁ πάππος ἔχων τῆς ἀρετῆς διάδοχον, ἡσθησόμεθα δὲ οἱ

3

.

8

.

9

γονεῖς αὐτοῦ καὶ τεθνεῶτες. ἱκετεύω σε, δέσποινα, διαλλάγηθί μοι λοιπόν· ἱκανῶς γάρ μοι δεδυστύχηται. τέθνηκα, ἀνέζησα, λελῄ‐ στευμαι, πέφευγα, πέπραμαι, δεδούλευκα· τίθημι δὲ καὶ τὸν δεύτερον γάμον ἔτι μοι τούτων βαρύτερον. ἀλλὰ μίαν ἀντὶ πάντων αἰτοῦμαι
5χάριν παρὰ σοῦ καὶ διὰ σοῦ παρὰ τῶν ἄλλων θεῶν· σῶζέ μου τὸν ὀρφανόν.” ἔτι βουλομένην λέγειν ἐπέσχε τὰ δάκρυα.

3

.

9

.

1

Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἱέρειαν· ἡ δὲ πρεσβῦτις ὑπα‐ κούσασα “τί κλάεις” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καὶ σὲ ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. πρώην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός
5σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. οὕτως ἐπιφανῆ σε ἡ

3

.

9

.

2

Ἀφροδίτη πεποίηκεν.” ἔπληξε τὴν καρδίαν τῆς Καλλιρόης τοῦτο καὶ οὕτως, ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ

3

.

9

.

3

ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “ποταποὺς εἶδες; ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δὲ ὅμως ἐκείνη τὴν ἀλήθειαν. ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν
5“ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”

3

.

9

.

4

Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ ὅτι φύσει περίεργός ἐστιν ὁ Ἔρως κἀκεῖνος δι’ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. ὅπερ οὖν καὶ συνέβη. πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυ‐51
5πίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ μή τις ἄρα λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑπ‐

3

.

9

.

5

οπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός. ἐφο‐ βεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. καλέσας τοίνυν Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά
5γε πλούσιοι καὶ καλοί; διατί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν;

3

.

9

.

6

τίς ἐμήνυσεν αὐτοῖς; τίς ἐπέτρεψεν;” ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος
5τὴν αἰτίαν ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ’ ἑαυτοῦ συνίστα‐

3

.

9

.

7

σθαι. διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα, ἐρῶ μόνῳ

3

.

9

.

8

τὴν ἀλήθειαν.” ὁ δὲ Διονύσιος πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν. μηδὲν ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτοῦ τὰ
5πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον,

3

.

9

.

9

ἕως οὗ πάντα ἀκούσῃς· χρηστὸν γὰρ ἔχει σοι τὸ τέλος.” μετέωρος οὖν ὁ Διονύσιος πρὸς τὴν ἐπαγγελίαν γενόμενος καὶ ἀναρτήσας ἑαυτὸν τῆς ἀκροάσεως “μὴ βράδυνε” φησὶν “ἀλλ’ ἤδη διηγοῦ.” τότ’ οὖν ἤρξατο λέγειν “τριήρης ἐνθάδε κατέπλευσεν ἐκ Σικελίας
5καὶ πρέσβεις Συρακοσίων παρὰ σοῦ Καλλιρόην ἀπαιτούντων.”

3

.

9

.

10

ἐξέθανεν ὁ Διονύσιος ἀκούσας καὶ νὺξ αὐτοῦ τῶν ὀφθαλμῶν κατε‐ χύθη· φαντασίαν γὰρ ἔλαβεν ὡς ἐφεστηκότος αὐτῷ Χαιρέου καὶ Καλλιρόην ἀποσπῶντος. ὁ μὲν οὖν ἔκειτο καὶ σχῆμα καὶ χρῶμα
νεκροῦ ποιήσας, Φωκᾶς δὲ ἐν ἀπορίᾳ καθειστήκει, καλέσαι μὲν52
5οὐδένα θέλων, ἵνα μή τις αὐτῷ μάρτυς γένηται τῶν ἀπορρήτων· μόλις δὲ καὶ κατ’ ὀλίγον αὐτὸς τὸν δεσπότην ἀνεκτήσατο “θάρρει” λέγων, “Χαιρέας τέθνηκεν· ἀπόλωλεν ἡ ναῦς· οὐδεὶς ἔτι φόβος.”

3

.

9

.

11

ταῦτα τὰ ῥήματα ψυχὴν ἐνέθηκε Διονυσίῳ, καὶ κατ’ ὀλίγον πάλιν ἐν ἑαυτῷ γενόμενος ἀκριβῶς ἐπυνθάνετο πάντα, καὶ Φωκᾶς διηγεῖτο τὸν ναύτην τὸν μηνύσαντα πόθεν ἡ τριήρης καὶ διὰ τίνα πλέουσι καὶ τίνες οἱ παρόντες, τὸ στρατήγημα τὸ ἴδιον ἐπὶ τοὺς βαρβάρους,
5τὴν νύκτα, τὸ πῦρ, τὸ ναυάγιον, τὸν φόνον, τὰ δεσμά. καθάπερ οὖν νέφος ἔσχατον ἀνεκάλυψε τῆς ψυχῆς Διονύσιος, καὶ περιπτυξάμενος Φωκᾶν “σὺ” φησὶν “εὐεργέτης ἐμός, σὺ κηδεμὼν ἀληθὴς καὶ

3

.

9

.

12

πιστότατος ἐν τοῖς ἀπορρήτοις. διὰ σὲ Καλλιρόην ἔχω καὶ τὸν υἱόν· ἐγὼ μὲν οὐκ ἄν σοι προσέταξα Χαιρέαν ἀποκτεῖναι, σοῦ δὲ ποιήσαντος οὐ μέμφομαι· τὸ γὰρ ἀδίκημα φιλοδέσποτον. τοῦτο μόνον ἀμελῶς ἐποίησας· οὐκ ἐπολυπραγμόνησας πότερον ἐν τοῖς
5τεθνηκόσι Χαιρέας ἐστὶν ἢ ἐν τοῖς δεδεμένοις. ἔδει ζητῆσαι τὸν νεκρόν· καὶ γὰρ ἐκεῖνος ἂν ἔτυχε τάφου κἀγὼ βεβαιότερον ἔσχον τὸ θαρρεῖν. οὐ δύναμαι δὲ νῦν ἀμερίμνως εὐτυχεῖν διὰ τοὺς δεδε‐ μένους· οὐδὲ γὰρ τοῦτο ἴσμεν, ὅπου τις αὐτῶν ἐπράθη.”

3

.

10

.

1

Προστάξας δὲ Φωκᾷ τὰ μὲν ἄλλα τῶν γεγονότων φανερῶς διηγεῖσθαι, δύο δὲ ταῦτα σιγᾶν, τὸ ἴδιον στρατήγημα καὶ ὅτι ἐκ τῆς τριήρους τινὲς ἔτι ζῶσι, παραγίνεται πρὸς Καλλιρόην σκυθρωπός· εἶτα συγκαλέσας † πεισθέντα † τοὺς ἀγροίκους, ἵνα ἡ γυνὴ πυθομένη
5τὰ συμβάντα βεβαιοτέραν ἤδη λάβῃ περὶ Χαιρέου τὴν ἀπόγνωσιν.

3

.

10

.

2

ἐλθόντες δὲ διηγοῦντο πάντες ἃ ᾔδεσαν, ὅτι “βάρβαροί ποθεν λῃσταὶ νυκτὸς καταδραμόντες ἐνέπρησαν Ἑλληνικὴν τριήρη τῆς προτεραίας ὁρμισθεῖσαν ἐπὶ τῆς ἀκτῆς· καὶ μεθ’ ἡμέραν εἴδομεν αἵματι μεμιγ‐

3

.

10

.

3

μένον ὕδωρ καὶ νεκροὺς ὑπὸ τῶν κυμάτων φερομένους.” ἀκούσασα ἡ γυνὴ τὴν ἐσθῆτα περιερρήξατο, κόπτουσα δὲ τοὺς ὀφθαλμοὺς καὶ
τὰς παρειὰς ἀνέδραμεν εἰς τὸν οἶκον, ὅπου τὸ πρῶτον εἰσῆλθε πραθεῖσα. Διονύσιος δὲ ἐξουσίαν ἔδωκε τῷ πάθει, φοβούμενος μὴ53
5γένηται φορτικός, ἂν ἀκαίρως παρῇ. πάντας οὖν ἐκέλευσεν ἀπαλ‐ λαγῆναι, μόνην δὲ προσεδρεύειν Πλαγγόνα, μή τι ἄρα δεινὸν αὑτὴν

3

.

10

.

4

ἐργάσηται. Καλλιρόη δὲ ἠρεμίας λαβομένη, χαμαὶ καθεσθεῖσα καὶ κόνιν τῆς κεφαλῆς καταχέασα, τὰς κόμας σπαράξασα τοιούτων ἤρξατο βοῶν “ἐγὼ μὲν προαποθανεῖν ἢ συναποθανεῖν ηὐξάμην σοι, Χαιρέα· πάντως δέ μοι κἂν ἐπαποθανεῖν ἀναγκαῖον· τίς γὰρ ἔτι

3

.

10

.

5

λείπεται ἐλπὶς ἐν τῷ ζῆν με κατέχουσα; δυστυχοῦσα μέχρι νῦν ἐλογιζόμην ‘ὄψομαί ποτε Χαιρέαν καὶ διηγήσομαι αὐτῷ πόσα πέπονθα δι’ ἐκεῖνον· ταῦτά με ποιήσει τιμιωτέραν αὐτῷ. πόσης ἐμπλησθήσεται χαρᾶς, ὅταν ἴδῃ τὸν υἱόν.‘ ἀνόνητά μοι πάντα
5γέγονε, καὶ τὸ τέκνον ἤδη περισσόν· προσετέθη γάρ μου τοῖς κακοῖς

3

.

10

.

6

ὀρφανός. ἄδικε Ἀφροδίτη, σὺ μόνη Χαιρέαν εἶδες, ἐμοὶ δὲ οὐκ ἔδειξας αὐτὸν ἐλθόντα· λῃστῶν χερσὶ παρέδωκας τὸ σῶμα τὸ καλόν· οὐκ ἠλέησας τὸν πλεύσαντα διὰ σέ. τοιαύτῃ θεῷ τίς ἂν προσεύχοιτο,

3

.

10

.

7

ἥτις τὸν ἴδιον ἱκέτην ἀπέκτεινας; οὐκ ἐβοήθησας ἐν νυκτὶ φοβερᾷ φονευόμενον ἰδοῦσα πλησίον σου μειράκιον καλόν, ἐρωτικόν· ἀφείλω μου τὸν ἡλικιώτην, τὸν πολίτην, τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν

3

.

10

.

8

νυμφίον. ἀπόδος αὐτοῦ μοι κἂν τὸν νεκρόν. τίθημι ὅτι ἐγεννήθημεν ἡμεῖς ἀτυχέστατοι πάντων· τί δὲ καὶ ἡ τριήρης ἠδίκησεν, καὶ βάρ‐ βαροι κατέκαυσαν αὐτήν, ἧς οὐκ ἐκράτησαν οὐδὲ Ἀθηναῖοι; νῦν ἡμῶν ἀμφοτέρων οἱ γονεῖς τῇ θαλάσσῃ παρακάθηνται, τὸν ἡμέτερον
5κατάπλουν περιμένοντες, καὶ ἥτις ἂν ναῦς πόρρωθεν ὀφθῇ, λέγουσι ‘Χαιρέας Καλλιρόην ἄγων ἔρχεται.‘ τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει. θάλασσα μιαρά, σὺ καὶ Χαιρέαν εἰς Μίλητον ἤγαγες φονευθῆναι καὶ ἐμὲ πραθῆναι.”
9

4

.

1

.

1

Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ καταδραθεῖσα ὄναρ ἑώρα λῃστήριον
βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ54

4

.

1

.

2

βοηθοῦσαν ἑαυτήν. ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται, εἰς δὲ τὸν ἴδιον ἔρωτα λυσιτελεῖν ὑπελάμβανε τὸν πρότερον ἄνδρα βεβαίως

4

.

1

.

3

αὐτὴν ἀπογνῶναι. θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυ‐ χίαν ἔφη πρὸς αὐτὴν “ἀνάστηθι, ὦ γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγ‐ καίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν
5
‘θάπτε με, ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.‘ καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν.”

4

.

1

.

4

Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία. φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη, καὶ διαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ ποιήσει τὸν τάφον. ἤρεσε δὲ αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὐτόθι ἔχειν ἔρωτος

4

.

1

.

5

ὑπόμνημα. Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγε‐ νέσθαι τῇ φροντίδι “βαδίζωμεν, ὦ γύναι” φησίν, “εἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον,
5
ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακό‐ σιοι πολλάκις. οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτι‐ μίαν ἕξεις.”

4

.

1

.

6

Ὁ λόγος ἤρεσε Καλλιρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν· ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ἠϊόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δὴ ὡς ἐκεῖνος ζῶντος. ἐπεὶ
5δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη,

4

.

1

.

7

τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ’ αὐτῷ. προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων
πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ55

4

.

1

.

8

Φαρνάκης δὲ ὁ Λυδίας. ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρόην ἰδεῖν. ἦν δὴ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. τότε δὲ καὶ τῆς δόξης
5εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ

4

.

1

.

9

τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου. οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ’ οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, 〈οἱ δὲ〉 καὶ προσεκύνησαν. ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας
5ὕπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.

4

.

1

.

10

ἐπόμπευε δ’ εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρόης παρούσης, ἀλλ’ ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν

4

.

1

.

11

ὀφθαλμούς. πῶς ἄν τις διηγήσηται κατ’ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ’ αὐτὴν ἡ Καλλιρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακού‐

4

.

1

.

12

σαις, ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους ἐθάψαμεν. οὐκ ἔχει δ’ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ
5τοὺς νεκρούς.” θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.

4

.

2

.

1

Καλλιρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυ‐ χώθη· πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ
τούτων μᾶλλον ὁ ἔρως. ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα56

4

.

2

.

2

λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρόην ὄψεται. Πολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνά‐ μενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλον “χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον,
5ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ· τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὸς ἡμέραν.” πείθεται καὶ

4

.

2

.

3

δίδωσιν. ὁ δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων Ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον.

4

.

2

.

4

Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν· ὁ δὲ Μιθριδάτης ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ’ ὠχρός τε καὶ λεπτός,

4

.

2

.

5

οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ δριμύ. τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἔτυχε παραμυθίας. τῶν ἐργατῶν τινες τῶν ἅμα Χαιρέᾳ δεδεμένων (ἑξκαίδεκα δὲ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ
5καθειργμένοι) νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφα‐

4

.

2

.

6

ξαν, εἶτα δρασμῷ ἐπεχείρουν. ἀλλ’ οὐ διέφυγον, οἱ γὰρ κύνες ὑλάσ‐ σοντες ἐμήνυσαν αὐτούς. φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ’ ἡμέραν δὲ ὁ οἰκο‐ νόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς
5οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἑξκαίδεκα τοὺς

4

.

2

.

7

ὁμοσκήνους ἀνασταυρῶσαι. προήχθησαν οὖν πόδας τε καὶ τραχή‐ λους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε· τῇ γὰρ
ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθεσαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν57
5συναπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζων “διὰ σὲ” φησίν, “ὦ Καλλιρόη, ταῦτα πάσχομεν. σὺ πάντων ἡμῖν τῶν

4

.

2

.

8

κακῶν αἰτία.” τοῦτον δὴ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν.
5ὁ δ’ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρόην ἀνα‐ πλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν· ὅλος δὲ ὢν ἐπὶ τῆς

4

.

2

.

9

ἐννοίας ἐκείνης καὶ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο. “τί γάρ μοι” φησὶ “παρενοχλεῖς;” “ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα· τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου τολμήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.” ἀκούσας οὖν ὁ
5Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ

4

.

2

.

10

“τὴν συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.” ὁ δὲ Πολύ‐ χαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνη‐ κέναι. μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐπεφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ
5“τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.”

4

.

2

.

11

“Καλλιρόην” εἶπεν ὁ Πολύχαρμος. ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινα ἔδοξεν ὁμωνυμίαν τῶν γυναικῶν. οὐκέτ’ οὖν
προθύμως ἤθελεν ἐξελέγχειν, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς58
5ἔρευναν ἀκριβεστέραν παρακαλούντων “ἡκέτω” φησὶ “Καλλιρόη.”

4

.

2

.

12

παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄγουσιν αὐτήν. ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρόης ἐγὼ Συρακοσίας ἐμνημόνευσα, θυγατρὸς

4

.

2

.

13

Ἑρμοκράτους τοῦ στρατηγοῦ.” ταῦτα ἀκούσας ὁ Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προέπεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆ‐ σαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. ὀψὲ δὲ καὶ μόλις ὁ Μιθρι‐
5δάτης συναγαγὼν ἑαυτὸν “τί δὲ σοὶ” φησὶ “πρᾶγμα πρὸς Καλλιρόην ἐκείνην, καὶ διατί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;” ὁ δὲ ἀπεκρίνατο “μακρὸς ὁ μῦθος, ὦ δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός

4

.

2

.

14

μοι. οὐκ ἐνοχλήσω δέ σοι ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω, φθάσῃ με ὁ φίλος· θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.” ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ ὁ θυμὸς εἰς ἔλεον μετέ‐ πεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶ “μὴ δέδιθι” φησίν,
5“οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος· ἔχω γὰρ ψυχὴν φιλάνθρωπον.

4

.

2

.

15

λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς. τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διατὶ σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρόης καὶ τίς ὁ φίλος.”

4

.

3

.

1

Ἤρξατο οὖν ὁ Πολύχαρμος λέγειν “ἡμεῖς, οἱ δύο δεσμῶται, Συρακόσιοι γένος ἐσμέν. ἀλλ’ ὁ μὲν ἕτερος νεανίσκος πρῶτος Σικελίας δόξῃ τε καὶ πλούτῳ καὶ εὐμορφίᾳ ποτέ, ἐγὼ δὲ εὐτελὴς μέν,

4

.

3

.

2

συμφοιτητὴς δὲ ἐκείνου καὶ φίλος. καταλιπόντες οὖν τοὺς γονεῖς ἐξεπλεύσαμεν τῆς πατρίδος, ἐγὼ μὲν δι’ ἐκεῖνον, ἐκεῖνος δὲ διὰ γυναῖκα Καλλιρόην τοὔνομα, ἥν, δόξασαν ἀποτεθνηκέναι, ἔθαψε πολυτελῶς. τυμβωρύχοι δὲ ζῶσαν εὑρόντες εἰς Ἰωνίαν ἐπώλησαν.
5τοῦτο γὰρ ἡμῖν ἐμήνυσε δημοσίᾳ βασανιζόμενος Θήρων ὁ λῃστής.59

4

.

3

.

3

ἔπεμψεν οὖν ἡ πόλις 〈ἡ〉 Συρακοσίων τριήρη καὶ πρέσβεις τοὺς ἀναζητήσοντας τὴν γυναῖκα. ταύτην τὴν τριήρη νυκτὸς ὁρμοῦσαν ἐνέπρησαν βάρβαροι καὶ τοὺς μὲν πολλοὺς ἀπέσφαξαν, ἐμὲ δὲ καὶ τὸν φίλον δήσαντες ἐπώλησαν ἐνταῦθα. ἡμεῖς μὲν οὖν σωφρόνως
5ἐφέρομεν τὴν συμφοράν· ἕτεροι δέ τινες τῶν ἡμῖν συνδεδεμένων, οὓς ἀγνοοῦμεν, διαρρήξαντες τὰ δεσμὰ φόνον εἰργάσαντο καὶ σοῦ

4

.

3

.

4

κελεύσαντος τὴν ἐπὶ τὸν σταυρὸν ἠγόμεθα πάντες. ὁ μὲν οὖν φίλος οὐδὲ ἀποθνήσκων ἐνεκάλει τῇ γυναικί, προήχθην δὲ αὐτῆς μνημονεῦ‐ σαι καὶ τῶν κακῶν αἰτίαν εἰπεῖν ἐκείνην, δι’ ἣν ἐπλεύσαμεν.” ἔτι

4

.

3

.

5

λέγοντος αὐτοῦ Μιθριδάτης ἀνεβόησε “Χαιρέαν λέγεις;” “τὸν φίλον” εἶπεν ὁ Πολύχαρμος· “ἀλλὰ δέομαί σου, δέσποτα, κέλευσον τῷ δημίῳ μηδὲ τοὺς σταυροὺς ἡμῶν διαζεῦξαι.” δάκρυα καὶ στεναγ‐ μὸς ἐπηκολούθησε τῷ διηγήματι, καὶ πάντας ἔπεμψε Μιθριδάτης ἐπὶ
5Χαιρέαν, ἵνα μὴ φθάσῃ τελευτήσας. εὗρον δὲ τοὺς μὲν ἄλλους

4

.

3

.

6

ἀνηρτημένους, ἄρτι δὲ ἐκεῖνον ἐπιβαίνοντα τοῦ σταυροῦ. πόρρωθεν οὖν ἐκεκράγεσαν ἄλλος ἄλλο τι “φεῖσαι,” “κατάβηθι,” “μὴ τρώσῃς,” “ἄφες.” ὁ μὲν οὖν δήμιος ἐπέσχε τὴν ὁρμήν· Χαιρέας δὲ λυπούμενος κατέβαινε τοῦ σταυροῦ· χαίρων γὰρ ἀπηλλάσσετο
5βίου πονηροῦ καὶ ἔρωτος ἀτυχοῦς. ἀγομένῳ δὲ αὐτῷ Μιθριδάτης ἀπήντησε καὶ περιπτυξάμενος εἶπεν “ἀδελφὲ καὶ φίλε, μικροῦ με ἐνήδρευσας ἔργον ἀσεβὲς ἐργάσασθαι διὰ τὴν ἐγκρατῆ μὲν ἀλλ’

4

.

3

.

7

ἄκαιρόν σου σιωπήν.” εὐθὺς οὖν προσέταξε τοῖς οἰκέταις ἄγειν ἐπὶ λουτρὰ καὶ τὰ σώματα θεραπεῦσαι, λουσαμένοις δὲ περιθεῖναι χλαμύ‐ δας Ἑλληνικὰς πολυτελεῖς· αὐτὸς δὲ γνωρίμους ἐς [τὸ] συμπόσιον παρεκάλει καὶ ἔθυε Χαιρέου σωτήρια. πότος ἦν μακρὸς καὶ ἡδεῖα

4

.

3

.

8

φιλοφρόνησις καὶ θυμηδίας οὐδὲν ἐνέδει. προκοπτούσης δὲ τῆς εὐωχίας θερμανθεὶς Μιθριδάτης οἴνῳ καὶ ἔρωτι “μὴ γὰρ 〈οὐ〉 τὰ δεσμὰ καὶ τὸν σταυρὸν ἐλεῶ σου, Χαιρέα” φησίν, “ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῃρέθης.” ἐκπλαγεὶς οὖν ὁ Χαιρέας ἀνέκραγε “ποῦ γὰρ
5σὺ Καλλιρόην εἶδες τὴν ἐμήν;” “οὐκέτι σὴν” εἶπεν ὁ Μιθριδάτης, “ἀλλὰ Διονυσίου τοῦ Μιλησίου νόμῳ γαμηθεῖσαν· ἤδη δὲ καὶ τέκνον

4

.

3

.

9

ἐστὶν αὐτοῖς.” οὐκ ἐκαρτέρησεν ὁ Χαιρέας ἀκούσας, ἀλλὰ τοῖς γόνασι Μιθριδάτου προσπεσὼν “ἱκετεύω σε, πάλιν, ὦ δέσποτα, τὸν σταυρόν
μοι ἀπόδος. χεῖρόν με βασανίζεις, ἐπὶ τοιούτῳ διηγήματι ζῆν ἀναγ‐60

4

.

3

.

10

κάζων. ἄπιστε Καλλιρόη καὶ πασῶν ἀσεβεστάτη γυναικῶν, ἐγὼ μὲν ἐπράθην διὰ σὲ καὶ ἔσκαψα καὶ σταυρὸν ἐβάστασα καὶ δημίου χερσὶ παρεδόθην, σὺ δὲ ἐτρύφας καὶ γάμους ἔθυες ἐμοῦ δεδεμένου. οὐκ ἤρκεσεν ὅτι γυνὴ γέγονας ἄλλου Χαιρέου ζῶντος, γέγονας δὲ καὶ

4

.

3

.

11

μήτηρ.” κλάειν ἤρξαντο πάντες καὶ μετέβαλε τὸ συμπόσιον εἰς σκυθρωπὴν ὑπόθεσιν. μόνος ἐπὶ τούτοις Μιθριδάτης ἔχαιρεν, ἐλπίδα τινὰ λαμβάνων ἐρωτικήν, ὡς δυνάμενος ἤδη καὶ λέγειν καὶ πράττειν

4

.

3

.

12

τι περὶ Καλλιρόης, ἵνα δοκῇ φίλῳ βοηθεῖν. “ἄρτι μὲν οὖν” ἔφη, “νὺξ γάρ ἐστιν, ἀπίωμεν, τῇ δ’ ὑστεραίᾳ νήφοντες βουλευώμεθα περὶ τούτων· δεῖται γὰρ ἡ σκέψις σχολῆς μακροτέρας.” ἐπὶ τούτοις ἀναστὰς διέλυσε τὸ συμπόσιον καὶ αὐτὸς μὲν ἀνεπαύετο καθάπερ ἦν
5ἔθος αὐτῷ, τοῖς δὲ Συρακοσίοις νεανίσκοις θεραπείαν τε καὶ οἶκον ἐξαίρετον ἀπέδειξε.

4

.

4

.

1

Νὺξ ἐκείνη φροντίδων μεστὴ πάντας κατελάμβανε καὶ οὐδεὶς ἐδύνατο καθεύδειν· Χαιρέας μὲν γὰρ ὠργίζετο, Πολύχαρμος δὲ παρεμυθεῖτο, Μιθριδάτης δὲ ἔχαιρεν ἐλπίζων ὅτι καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἔφεδρος μένων μεταξὺ Χαιρέου τε καὶ Διονυ‐

4

.

4

.

2

σίου αὐτὸς ἀκονιτὶ τὸ ἆθλον Καλλιρόην ἀποίσεται. τῆς δ’ ὑστεραίας προτεθείσης τῆς γνώμης ὁ μὲν Χαιρέας εὐθὺς ἠξίου βαδίζειν εἰς Μίλητον καὶ Διονύσιον ἀπαιτεῖν τὴν γυναῖκα· μὴ γὰρ ἂν μηδὲ Καλλιρόην ἐμμένειν ἰδοῦσαν αὐτόν· ὁ δὲ Μιθριδάτης “ἐμοῦ μὲν
5ἕνεκα” φησὶν “ἄπιθι, βούλομαι γάρ σε μηδὲ μίαν ἡμέραν ἀπεζεῦ‐ χθαι τῆς γυναικός· ὄφελον μηδὲ Σικελίας ἐξήλθετε, μηδὲ συνέβη τι δεινὸν ἀμφοῖν· ἐπεὶ δὲ ἡ φιλόκαινος Τύχη δρᾶμα σκυθρωπὸν ὑμῖν περιτέθεικε, βουλεύσασθαι δεῖ περὶ τῶν ἑξῆς φρονιμώτερον· νῦν γὰρ σπεύδεις πάθει μᾶλλον ἢ λογισμῷ, μηδὲν τῶν μελλόντων

4

.

4

.

3

προορώμενος. μόνος καὶ ξένος εἰς πόλιν ἀπέρχῃ τὴν μεγίστην, καὶ ἀνδρὸς πλουσίου καὶ πρωτεύοντος ἐν Ἰωνίᾳ θέλεις ἀποσπάσαι γυναῖκα ἐξαιρέτως αὐτῷ συναφθεῖσαν; ποίᾳ δυνάμει πεποιθώς; μακρὰν Ἑρμοκράτης σου καὶ Μιθριδάτης οἱ μόνοι σύμμαχοι, πενθῆσαι δυνά‐

4

.

4

.

4

μενοί σε μᾶλλον ἢ βοηθῆσαι. φοβοῦμαι καὶ τὴν τύχην τοῦ τόπου. δεινὰ μὲν ἐκεῖ πέπονθας ἤδη· δόξει δέ σοι τὰ τότε φιλανθρωπότερα. [τότε Μίλητος ἦν.] ἐδέθης μέν, ἀλλὰ ἔζησας· ἐπράθης, ἀλλὰ ἐμοί.
νῦν δέ, ἂν αἴσθηται Διονύσιός 〈σε〉 ἐπιβουλεύοντα τοῖς γάμοις αὐτοῦ,61
5τίς σε θεῶν δυνήσεται σῶσαι; παραδοθήσῃ γὰρ ἀντεραστῇ τυράννῳ, καὶ τάχα μὲν οὐδὲ πιστευθήσῃ Χαιρέας εἶναι, κινδυνεύσεις δὲ μᾶλλον,

4

.

4

.

5

κἂν ἀληθῶς εἶναί σε νομίσῃ. σὺ μόνος ἀγνοεῖς τὴν φύσιν τοῦ Ἔρωτος, ὅτι οὗτος ὁ θεὸς ἀπάταις χαίρει καὶ δόλοις; δοκεῖ δέ μοι πρῶτον ἀποπειραθῆναί σε τῆς γυναικὸς διὰ γραμμάτων εἰ μέμνηταί σου καὶ Διονύσιον θέλει καταλιπεῖν ἢ
5
κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίῃ. ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. βάδιζε καὶ γράφε.”

4

.

4

.

6

Πείθεται Χαιρέας καὶ μόνος ἐπ’ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’ οὐκ ἠδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρε‐ μούσης. ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς·

4

.

4

.

7

“Καλλιρόῃ Χαιρέας· ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐερ‐ γέτην, ἐλπίζω δὲ καὶ 〈τὸν〉 σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρ‐ βάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός· ἐξέπεμψε δὲ ἐπ’ αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ.
5τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ’ ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος

4

.

4

.

8

δεσπότου. πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο· θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. ἀλλ’ ἱκετεύω, μετανόησον. κατασπένδω τούτων μου τῶν γραμμάτων

4

.

4

.

9

δάκρυα καὶ φιλήματα. ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος ὃν εἶδες παρθένος εἰς Ἀφροδίτης βαδίζουσα, δι’ ὃν ἠγρύπνησας. μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς πεῖραν ἐλάβομεν. ἀλλὰ ἐζηλοτύπησα.
5τοῦτο ἴδιόν ἐστι φιλοῦντος. δέδωκά σοι δίκας. ἐπράθην, ἐδούλευσα,

4

.

4

.

10

ἐδέθην. μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.”

4

.

5

.

1

Ταύτην τὴν ἐπιστολὴν ἔδωκε 〈Μιθριδάτησ〉 Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι’ ἐκείνην Χαιρέαν62
5ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνού‐ μενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν

4

.

5

.

2

ἐκείνης προσλάβῃ ψῆφον. συνέπεμψε δὲ τῷ Ὑγίνῳ τρεῖς ὑπηρέτας καὶ δῶρα πολυτελῆ καὶ χρυσίον συχνόν· εἴρητο δὲ πρὸς τοὺς ἄλλους οἰκέτας ὅτι πέμπει ταῦτα Διονυσίῳ, πρὸς τὸ ἀνύποπτον. κελεύει δὲ τὸν Ὑγῖνον, ἐπειδὰν ἐν Πριήνῃ γένηται, τοὺς μὲν ἄλλους αὐτοῦ
5καταλιπεῖν, μόνον δὲ αὐτόν, ὡς Ἴωνα (καὶ γὰρ ἡλλήνιζε τὴν φωνήν) κατάσκοπον εἰς τὴν Μίλητον πορευθῆναι· εἶτ’ ἐπειδὰν μάθῃ πῶς ἂν χρήσαιτο τοῖς πράγμασι, τότε τοὺς ἐκ Πριήνης εἰς Μίλητον ἀπαγα‐ γεῖν.

4

.

5

.

3

Ὁ μὲν οὖν ἀπῄει καὶ ἔπραττε τὰ κεκελευσμένα, ἡ Τύχη δὲ οὐχ ὅμοιον τῇ γνώμῃ τὸ τέλος ἐβράβευσεν, ἀλλὰ μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν. ἐπειδὴ γὰρ Ὑγῖνος εἰς Μίλητον ἀπηλλάγη, κατα‐ λειφθέντες οἱ δοῦλοι τοῦ προεστηκότος ἔρημοι πρὸς ἀσωτίαν ὥρμων,

4

.

5

.

4

ἔχοντες χρυσίον ἄφθονον. ἐν πόλει δὲ μικρᾷ καὶ περιεργίας Ἑλλη‐ νικῆς πλήρει ξενικὴ πολυτέλεια τοὺς πάντων ἐπέστρεψεν ὀφθαλμούς· ἄγνωστοι γὰρ ἄνθρωποι καὶ τρυφῶντες ἔδοξαν αὐτοῖς μάλιστα μὲν

4

.

5

.

5

λῃσταί, δραπέται δὲ πάντως. ἧκεν οὖν εἰς τὸ πανδοχεῖον ὁ στρατη‐ γὸς καὶ διερευνώμενος εὗρε χρυσίον καὶ κόσμον πολυτελῆ. φώρια δὲ νομίσας ἀνέκρινε τοὺς οἰκέτας τίνες εἶεν καὶ πόθεν ταῦτα. φόβῳ δὲ βασάνων κατεμήνυσαν τὴν ἀλήθειαν ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος

4

.

5

.

6

δῶρα πεπόμφει Διονυσίῳ, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυσαν. ὁ δὲ στρατηγὸς τὰ μὲν γράμματα οὐκ ἔλυσεν, ἦν γὰρ ἔξωθεν κατασεση‐ μασμένα, δημοσίοις δὲ παραδοὺς ἅπαντα μετὰ τῶν οἰκετῶν ἔπεμψε

4

.

5

.

7

πρὸς Διονύσιον, εὐεργεσίαν εἰς αὐτὸν κατατίθεσθαι νομίζων. ἐτύγ‐ χανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς ἐφθέγγετο καὶ δι’ ᾠδῆς ἠκούετο μέλος. μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολήν·

4

.

5

.

8

“Στρατηγὸς Πριηνέων Βίας εὐεργέτῃ Διονυσίῳ χαίρειν· δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς
σέ.”63
5 Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς· ἐντεμεῖν δὲ τὰς σφρα‐ γῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. εἶδεν οὖν “Καλλιρόῃ Χαιρέας· ζῶ.”

4

.

5

.

9

Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τοῦ
5πάθους ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον,

4

.

5

.

10

ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν. τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη (φαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχε), Διονύ‐ σιος δὲ καθ’ ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία.
5ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε (τοῦτο γὰρ οὐδὲ ὅλως ἤθελε), σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρόην ἐλπίδι Χαιρέου.

4

.

6

.

1

Μεθ’ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδὲ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγη‐ μάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι
5ἐδόκει τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. ἐπὶ τοῦ‐ τον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο μόνος. “ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνθρώπων, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμ‐

4

.

6

.

2

ματα μοιχικὰ μετὰ χρυσίου πρὸς τὴν γυναῖκα τὴν ἐμήν.” ἐπὶ τού‐ τοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. ἀσμένως ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην (ἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν), τὸ δὲ
5πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρόης καὶ δι’
αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύ‐64

4

.

6

.

3

σιον μετὰ τῆς γυναικός. ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸν δυνατὸν τρόπον καὶ γράφει δι’ ἀπορρήτων ἐπιστολήν. “Βασιλεῖ Βασιλέων Ἀρταξέρξῃ σατράπης Λυδίας καὶ Ἰωνίας

4

.

6

.

4

Φαρνάκης ἰδίῳ δεσπότῃ χαίρειν. Διονύσιος ὁ Μιλήσιος δοῦλός ἐστι σὸς ἐκ προγόνων πιστὸς καὶ πρόθυμος εἰς τὸν σὸν οἶκον. οὗτος ἀπωδύρατο πρός με ὅτι Μιθριδάτης ὁ Καρίας ὕπαρχος ξένος αὐτῷ γενόμενος διαφθείρει αὐτοῦ τὴν γυναῖκα. φέρει δὲ μεγάλην ἀδοξίαν
5εἰς τὰ σὰ πράγματα, μᾶλλον δὲ ταραχήν· πᾶσα μὲν γὰρ παρανομία σατράπου μεμπτή, μάλιστα δὲ αὕτη. καὶ γὰρ ὁ Διονύσιός ἐστι δυνατώτατος Ἰώνων καὶ τὸ κάλλος τῆς γυναικὸς περιβόητον, ὥστε τὴν ὕβριν μὴ δύνασθαι λαθεῖν.”

4

.

6

.

5

Ταύτην τὴν ἐπιστολὴν κομισθεῖσαν [ὁ] βασιλεὺς ἀνέγνω τοῖς φίλοις καὶ τί χρὴ πράττειν ἐβουλεύετο. γνῶμαι δὲ ἐρρήθησαν διά‐ φοροι· τοῖς μὲν γὰρ Μιθριδάτῃ φθονοῦσιν ἢ τὴν σατραπείαν αὐτοῦ μνωμένοις ἐδόκει μὴ περιορᾶν ἐπιβουλὴν εἰς γάμον ἀνδρὸς ἐνδόξου,
5τοῖς δὲ ῥᾳθυμοτέροις τὰς φύσεις ἢ τιμῶσι τὸν Μιθριδάτην (εἶχε δὲ πολλοὺς 〈καὶ〉 προεστηκότας) οὐκ ἤρεσκεν ἀνάρπαστον ἐκ διαβολῆς

4

.

6

.

6

ποιεῖν ἄνδρα δόκιμον. ἀγχωμάλων δὲ τῶν γνωμῶν γενομένων ἐκείνης μὲν τῆς ἡμέρας οὐδὲν ἐπεκύρωσεν [ὁ] βασιλεύς, ἀλλ’ ὑπερέ‐ θετο τὴν σκέψιν· νυκτὸς δὲ ἐπελθούσης ὑπεδύετο αὐτὸν μισοπονηρία μὲν διὰ τὸ τῆς βασιλείας εὐπρεπές, εὐλάβεια δὲ περὶ 〈τοῦ〉 μέλλοντος·

4

.

6

.

7

ἀρχὴν γὰρ ἔχειν τὸν Μιθριδάτην καταφρονήσεως. ὥρμησεν οὖν καλεῖν ἐπὶ τὴν δίκην αὐτόν· ἄλλο δὲ πάθος παρῄνει μεταπέμπεσθαι καὶ τὴν γυναῖκα τὴν καλήν· σύμβουλοι γὰρ οἶνος καὶ σκότος ἐν ἐρημίᾳ γενόμενοι καὶ τούτου τοῦ μέρους τῆς ἐπιστολῆς ἀνεμίμνησκον
5βασιλέα, προσηρέθιζε δὲ καὶ φήμη, Καλλιρόην τινὰ καλλίστην ἐπὶ τῆς Ἰωνίας εἶναι· καὶ τοῦτο μόνον ἐμέμφετο βασιλεὺς Φαρνάκην,

4

.

6

.

8

ὅτι οὐ προσέγραψεν ἐν τῇ ἐπιστολῇ ὄνομα τῆς γυναικός. ὅμως δὲ ἐπ’ ἀμφιβόλῳ τοῦ τάχα καὶ κρείττονα τυγχάνειν τῆς φημιζο‐
μένης ἑτέραν ἔδοξε καλέσαι καὶ τὴν γυναῖκα. γράφει δὲ καὶ πρὸς Φαρνάκην “Διονύσιον, ἐμὸν δοῦλον, Μιλήσιον, πέμψον·” πρὸς δὲ65
5Μιθριδάτην “ἧκε ἀπολογησόμενος ὅτι οὐκ ἐπεβούλευσας γάμῳ Διονυσίου.”

4

.

7

.

1

Καταπλαγέντος δὲ τοῦ Μιθριδάτου καὶ ἀποροῦντος τὴν αἰτίαν τῆς διαβολῆς, ὑποστρέψας ὁ Ὑγῖνος ἐδήλωσε τὰ πεπραγμένα περὶ τοὺς οἰκέτας. προδοθεὶς οὖν ὑπὸ τῶν γραμμάτων ἐβουλεύετο μὴ βαδίζειν ἄνω, δεδοικὼς τὰς διαβολὰς καὶ τὸν θυμὸν [τοῦ] βασιλέως, ἀλλὰ
5Μίλητον μὲν καταλαβεῖν καὶ Διονύσιον ἀνελεῖν τὸν αἴτιον, Καλλι‐

4

.

7

.

2

ρόην δὲ ἁρπάσας ἀποστῆναι βασιλέως. “τί γὰρ σπεύδω” φησὶ “παραδοῦναι δεσπότου χερσὶ τὴν ἐλευθερίαν; τάχα δὲ καὶ κρατήσεις τι ἐνθάδε μένων· μακρὰν γάρ ἐστι βασιλεὺς καὶ 〈φαύλουσ〉 ἔχει στρατηγούς· εἰ δὲ καὶ ἄλλως 〈σε〉 ἀθετήσειεν, οὐδὲν δυνήσῃ χεῖρον
5παθεῖν. ἐν τοσούτῳ δὲ σὺ μὴ προδῷς δύο τὰ κάλλιστα, ἔρωτα καὶ ἀρχήν. ἐντάφιον ἔνδοξον ἡ ἡγεμονία καὶ μετὰ Καλλιρόης θάνατος

4

.

7

.

3

ἡδύς.” ἔτι ταῦτα βουλευομένου καὶ παρασκευαζομένου πρὸς ἀπόστασιν ἧκέ τις ἀγγέλλων ὡς Διονύσιος ἐξώρμηκε Μιλήτου καὶ Καλλιρόην ἐπάγεται. τοῦτο λυπηρότερον ἤκουσε Μιθριδάτης ἢ τὸ πρόσταγμα τὸ καλοῦν ἐπὶ τὴν δίκην· ἀποκλαύσας δὲ τὴν ἑαυτοῦ συμφορὰν “ἐπὶ
5ποίαις” φησὶν “ἐλπίσιν ἔτι μένω; προδίδωσί με πανταχόθεν ἡ

4

.

7

.

4

Τύχη. τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα· εἰ δὲ ἀπο‐ θανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρόην· κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ’ ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας.” πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν
5ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι· ὥστε οὐδὲ μετὰ δακρύων προέπεμψαν αὐτόν, ἀλλὰ μετὰ

4

.

7

.

5

θυσιῶν καὶ πομπῆς. ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον· ἐπιφανέστερον γὰρ καὶ
βασιλικώτερον ἦν τὸ κάλλος. προέτρεχε γὰρ τῆς γυναικὸς ἡ Φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρόη παραγίνεται, τὸ66
5περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα,
Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.

4

.

7

.

6

ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ [τοῖς] πᾶσι τῆς φήμης ἡ γυνὴ κρείττων. μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ
5μέγεθος· οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτε‐

4

.

7

.

7

θείκασιν αὐτῷ, τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ’ αὐτὸν τὸν δικαστήν,
5ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας,
ἐξὸν καθεύδειν τήν τ’ ἐρωμένην ἔχειν· οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρόην καὶ ἐπὶ τῆς Ἀσίας

4

.

7

.

8

ὅλης. διεφύλαττε δὲ ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ’ ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. ἐλυπεῖτο δὲ Καλλιρόη, μακρὰν στελλομένη
5θαλάσσης Ἑλληνικῆς· ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα, Συρακούσας ἐδόκει ἐγγὺς τυγχάνειν· μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.
7

5

.

1

.

1

Ὡς μὲν ἐγαμήθη Καλλιρόη Χαιρέᾳ, καλλίστη γυναικῶν ἀνδρὶ καλλίστῳ, πολιτευσαμένης Ἀφροδίτης τὸν γάμον, καὶ ὡς δι’ ἐρωτικὴν ζηλοτυπίαν Χαιρέου πλήξαντος αὐτὴν ἔδοξε τεθνάναι, ταφεῖσαν δὲ πολυτελῶς εἶτα ἀνανήψασαν ἐν τῷ τάφῳ τυμβωρύχοι νυκτὸς ἐξή‐
5γαγον ἐκ Σικελίας, πλεύσαντες δὲ εἰς Ἰωνίαν ἐπώλησαν Διονυσίῳ, καὶ τὸν ἔρωτα τὸν Διονυσίου καὶ τὴν Καλλιρόης πρὸς Χαιρέαν
πίστιν καὶ τὴν ἀνάγκην τοῦ γάμου διὰ τὴν γαστέρα καὶ τὴν Θήρωνος ὁμολογίαν καὶ Χαιρέου πλοῦν ἐπὶ ζήτησιν τῆς γυναικὸς ἅλωσίν τε67

5

.

1

.

2

αὐτοῦ καὶ πρᾶσιν εἰς Καρίαν μετὰ Πολυχάρμου τοῦ φίλου, καὶ ὡς Μιθριδάτης ἐγνώρισε Χαιρέαν μέλλοντα ἀποθνήσκειν καὶ ὡς ἔσπευδεν ἀλλήλοις ἀποδοῦναι τοὺς ἐρῶντας, φωράσας δὲ τοῦτο Διονύσιος ἐξ ἐπιστολῶν διέβαλεν αὐτὸν πρὸς Φαρνάκην, ἐκεῖνος δὲ πρὸς βασιλέα,
5βασιλεὺς δὲ ἀμφοτέρους ἐκάλεσεν ἐπὶ τὴν κρίσιν, —ταῦτα ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται· τὰ δὲ ἑξῆς νῦν διηγήσομαι.

5

.

1

.

3

Καλλιρόη μὲν γὰρ μέχρι Συρίας καὶ Κιλικίας κούφως ἔφερε τὴν ἀποδημίαν· καὶ γὰρ Ἑλλάδος ἤκουε φωνῆς καὶ θάλασσαν ἔβλεπε τὴν ἄγουσαν εἰς Συρακούσας· ὡς δ’ ἧκεν ἐπὶ ποταμὸν Εὐφράτην, μεθ’ ὃν ἤπειρός ἐστι μεγάλη, ἀφετήριον εἰς τὴν βασιλέως γῆν τὴν
5πολλήν, τότε ἤδη πόθος αὐτὴν ὑπεδύετο πατρίδος τε καὶ συγγενῶν

5

.

1

.

4

〈καὶ〉 ἀπόγνωσις τῆς εἰς τοὔμπαλιν ὑποστροφῆς. στᾶσα δὲ ἐπὶ τῆς ἠϊόνος καὶ πάντας ἀναχωρῆσαι κελεύσασα πλὴν Πλαγγόνος τῆς μόνης πιστῆς, τοιούτων ἤρξατο λόγων· “Τύχη βάσκανε καὶ μιᾶς γυναικὸς προσφιλονεικοῦσα πολέμῳ, σύ
5με κατέκλεισας ἐν τάφῳ ζῶσαν, κἀκεῖθεν ἐξήγαγες οὐ δι’ ἔλεον, ἀλλ’

5

.

1

.

5

ἵνα λῃσταῖς με παραδῷς. ἐμερίσαντό μου τὴν φυγὴν θάλασσα καὶ Θήρων· ἡ Ἑρμοκράτους θυγάτηρ ἐπράθην καί, τὸ τῆς ἀφιλίας μοι βαρύτερον, ἐφιλήθην, ἵνα ζῶντος Χαιρέου ἄλλῳ γαμηθῶ. σὺ δὲ καὶ τούτων ἤδη μοι φθονεῖς· οὐκέτι γὰρ εἰς Ἰωνίαν με φυγαδεύεις.
5ξένην μέν, πλὴν Ἑλληνικὴν ἐδίδους γῆν, ὅπου μεγάλην εἶχον παρα‐ μυθίαν, ὅτι ‘θαλάσσῃ παρακάθημαι·‘ νῦν δὲ ἔξω με τοῦ συνήθους

5

.

1

.

6

ῥίπτεις ἀέρος καὶ τῆς πατρίδος ὅλῳ διορίζομαι κόσμῳ. Μίλητον ἀφείλω μου πάλιν, ὡς πρότερον Συρακούσας· ὑπὲρ τὸν Εὐφράτην ἀπάγομαι καὶ βαρβάροις ἐγκλείομαι μυχοῖς ἡ νησιῶτις, ὅπου μηκέτι θάλασσα. ποίαν ἔτ’ ἐλπίσω ναῦν ἐκ Σικελίας καταπλέουσαν;

5

.

1

.

7

ἀποσπῶμαι καὶ τοῦ σοῦ τάφου, Χαιρέα. τίς ἐπενέγκῃ σοι χοάς, δαῖμον ἀγαθέ; Βάκτρα μοι καὶ Σοῦσα λοιπὸν οἶκος καὶ τάφος.
ἅπαξ, Εὐφρᾶτα, μέλλω σε διαβαίνειν· φοβοῦμαι γὰρ οὐχ οὕτως τὸ μῆκος τῆς ἀποδημίας ὡς μὴ δόξω κἀκεῖ καλή τινι.” ταῦτα ἅμα68
5λέγουσα τὴν γῆν κατεφίλησεν, εἶτα ἐπιβᾶσα τῆς πορθμίδος διεπέρασεν.

5

.

1

.

8

ἦν μὲν οὖν καὶ Διονυσίῳ χορηγία πολλή· πλουσιώτατα γὰρ ἐπεδεί‐ κνυτο τῇ γυναικὶ τὴν παρασκευήν· βασιλικωτέραν δὲ τὴν ὁδοιπορίαν αὐτοῖς παρεσκεύασεν ἡ τῶν ἐπιχωρίων φιλοφρόνησις· δῆμος παρέ‐ πεμπεν εἰς δῆμον, καὶ σατράπης παρεδίδου τῷ μεθ’ αὑτόν, πάντας γὰρ
5ἐδημαγώγει τὸ κάλλος. καὶ ἄλλη δέ τις ἐλπὶς ἔθαλπε τοὺς βαρβά‐ ρους, ὅτι ἥδε ἡ γυνὴ μέγα δυνήσεται, καὶ διὰ τοῦτο ἕκαστος ἔσπευδε ξενίας διδόναι ἢ πάντως τινὰ χάριν εἰς αὐτὴν ἔχειν ἀποκειμένην.

5

.

2

.

1

Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ὁ δὲ Μιθριδάτης δι’ Ἀρμενίας ἐποιεῖτο τὴν πορείαν σφοδροτέραν, μάλιστα μὲν δεδοικὼς μὴ καὶ τοῦτο ἐπαίτιον αὐτῷ γένηται πρὸς βασιλέως, ὅτι κατ’ ἴχνος ἐπηκο‐ λούθει τῇ γυναικί, ἅμα δὲ καὶ σπεύδων προεπιδημῆσαι καὶ συγκρο‐

5

.

2

.

2

τῆσαι τὰ πρὸς τὴν δίκην. ἀφικόμενος οὖν εἰς Βαβυλῶνα (βασιλεὺς γὰρ αὐτόθι διέτριβεν) ἐκείνην μὲν τὴν ἡμέραν ἡσύχασε παρ’ ἑαυτῷ· πάντες γὰρ οἱ σατράπαι σταθμοὺς ἔχουσιν ἀποδεδειγμένους· τῆς δ’ ὑστεραίας ἐπὶ θύρας ἐλθὼν τὰς βασιλέως, ἠσπάσατο μὲν Περσῶν
5τοὺς ὁμοτίμους, Ἀρταξάτην δὲ τὸν εὐνοῦχον ὃς μέγιστος ἦν παρὰ βασιλεῖ καὶ δυνατώτατος πρῶτον μὲν δώροις ἐτίμησεν, εἶτα “ἀπάγ‐ γειλον” εἶπε “βασιλεῖ· ‘Μιθριδάτης ὁ σὸς δοῦλος πάρεστιν ἀπολύ‐

5

.

2

.

3

σασθαι διαβολὴν Ἕλληνος ἀνδρὸς καὶ προσκυνῆσαι.‘” μετ’ οὐ πολὺ δὲ ἐξελθὼν ὁ εὐνοῦχος ἀπεκρίνατο ὅτι “ἔστι βασιλεῖ βουλο‐ μένῳ Μιθριδάτην μηδὲν ἀδικεῖν· κρίνῃ δὲ ἐπειδὰν καὶ Διονύσιος παραγένηται.” προσκυνήσας οὖν ὁ Μιθριδάτης ἀπηλλάττετο, μόνος
5δὲ γενόμενος ἐκάλεσε Χαιρέαν καὶ ἔφη πρὸς αὐτὸν “ἐγὼ καίομαι καὶ ἀποδοῦναί σοι θελήσας Καλλιρόην ἐγκαλοῦμαι· τὴν γὰρ σὴν ἐπιστολήν, ἣν ἔγραψας πρὸς τὴν γυναῖκα, Διονύσιος ἐμέ φησι γεγραφέναι καὶ μοιχείας ἀπόδειξιν ἔχειν ὑπολαμβάνει· πέπεισται γὰρ σὲ τεθνάναι, καὶ πεπείσθω μέχρι τῆς δίκης, ἵνα αἰφνίδιον

5

.

2

.

4

ὀφθῇς. ταύτην ἀπαιτῶ σε τῆς εὐεργεσίας τὴν ἀνταμοιβήν· ἀπό‐ κρυψον σεαυτόν· μήτε ἰδεῖν Καλλιρόην μήτ’ ἐξετάσαι τι περὶ αὐτῆς καρτέρησον.” ἄκων μέν, ἀλλὰ ἐπείθετο Χαιρέας καὶ λανθάνειν μὲν
ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτοῦ τὰ δάκρυα κατὰ τῶν παρειῶν· εἰπὼν69
5δὲ “ποιήσω, δέσποτα, ἃ προστάττεις,” ἀπῆλθεν εἰς τὸ δωμάτιον ἐν ᾧ κατήγετο μετὰ Πολυχάρμου τοῦ φίλου, καὶ ῥίψας ἑαυτὸν εἰς τὸ ἔδαφος, περιρρηξάμενος τὸν χιτῶνα, ἀμφοτέραις χερσὶ περιελὼν
κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ ᾔσχυνε πρόσωπον.
10εἶτα ἔλεγε κλάων “ἐγγύς ἐσμεν, ὦ Καλλιρόη, καὶ οὐχ ὁρῶμεν

5

.

2

.

5

ἀλλήλους. σὺ μὲν οὖν οὐδὲν ἀδικεῖς· οὐ γὰρ οἶδας ὅτι Χαιρέας ζῇ· πάντων δὲ ἀσεβέστατος ἐγώ, μὴ βλέπειν σε κεκελευσμένος, καὶ ὁ δειλὸς καὶ φιλόζωος μέχρι τοσούτου φέρω τυραννούμενος. σοὶ δὲ εἴ τις τοῦτο προσέταξεν, οὐκ ἂν ἔζησας.”

5

.

2

.

6

Ἐκεῖνον μὲν οὖν παρεμυθεῖτο Πολύχαρμος, ἤδη δὲ καὶ Διονύσιος πλησίον ἐγένετο Βαβυλῶνος καὶ ἡ Φήμη προκατελάμβανε τὴν πόλιν, ἀπαγγέλλουσα πᾶσιν ὅτι παραγίνεται γυνή, κάλλος οὐκ ἀνθρώπινον ἀλλά τι θεῖον, ὁποίαν ἐπὶ γῆς ἄλλην ἥλιος οὐχ ὁρᾷ· φύσει δέ ἐστι
5τὸ βάρβαρον γυναιμανές, ὥστε πᾶσα οἰκία καὶ πᾶς στενωπὸς ἐπε‐ πλήρωτο τῆς δόξης· ἀνέβαινε δὲ ἡ φήμη μέχρις αὐτοῦ [τοῦ] βασι‐ λέως, ὥστε καὶ ἤρετο Ἀρταξάτην τὸν εὐνοῦχον εἰ πάρεστιν ἡ

5

.

2

.

7

Μιλησία. Διονύσιον δὲ καὶ πάλαι μὲν ἐλύπει τὸ περιβόητον τῆς γυναικὸς (οὐ γὰρ εἶχεν ἀσφάλειαν), ἐπεὶ δὲ εἰς Βαβυλῶνα ἔμελλεν εἰσιέναι, τότ’ ἤδη καὶ μᾶλλον ἐνεπίμπρατο, στενάξας δὲ ἔφη πρὸς ἑαυτὸν “οὐκέτι ταῦτα Μίλητός ἐστι, Διονύσιε, ἡ σὴ πόλις· κἀκεῖ

5

.

2

.

8

δὲ τοὺς ἐπιβουλεύοντας ἐφυλάττου. τολμηρὲ καὶ τοῦ μέλλοντος ἀπροόρατε, εἰς Βαβυλῶνα Καλλιρόην ἄγεις, ὅπου Μιθριδᾶται τοσοῦ‐ τοι; Μενέλαος ἐν τῇ σώφρονι Σπάρτῃ τὴν Ἑλένην οὐκ ἐτήρησεν, ἀλλὰ παρευδοκίμησε καὶ βασιλέα βάρβαρος ποιμήν· πολλοὶ Πάριδες
5ἐν Πέρσαις. οὐχ ὁρᾷς τοὺς κινδύνους, οὐ τὰ προοίμια; πόλεις ἡμῖν

5

.

2

.

9

ἀπαντῶσι καὶ θεραπεύουσι σατράπαι. σοβαρωτέρα γέγονεν ἤδη, καὶ οὔπω βασιλεὺς ἑώρακεν αὐτήν. μία τοίνυν σωτηρίας ἐλπὶς διακλέψαι τὴν γυναῖκα· φυλαχθήσεται γάρ, ἂν δυνηθῇ λαθεῖν.” ταῦτα λογι‐ σάμενος ἵππου μὲν ἐπέβη, τὴν δὲ Καλλιρόην εἴασεν ἐπὶ τῆς ἁρμα‐
5μάξης καὶ συνεκάλυψε τὴν σκηνήν. τάχα δ’ ἂν καὶ προεχώρησεν
ὅπερ ἤθελεν, εἰ μὴ συνέβη τι τοιοῦτον.70

5

.

3

.

1

Ἧκον παρὰ Στάτειραν τὴν γυναῖκα τὴν βασιλέως τῶν ἐνδοξο‐ τάτων Περσῶν αἱ γυναῖκες καί τις εἶπεν ἐξ αὐτῶν “ὦ δέσποινα, γύναιον Ἑλληνικὸν ἐπιστρατεύεται ταῖς ἡμετέραις οἰκείαις, ἃς καὶ πάλαι μὲν πάντες ἐθαύμαζον ἐπὶ τῷ κάλλει, κινδυνεύει δὲ ἐφ’ ἡμῶν
5ἡ δόξα τῶν Περσίδων γυναικῶν καταλυθῆναι. φέρ’ οὖν σκεψώμεθα

5

.

3

.

2

πῶς μὴ παρευδοκιμηθῶμεν ὑπὸ τῆς ξένης.” ἐγέλασεν ἡ βασιλὶς ἀπιστοῦσα τῇ φήμῃ, ἅμα δὲ εἶπεν “ἀλαζόνες εἰσὶν Ἕλληνες καὶ πτωχοὶ καὶ διὰ τοῦτο καὶ τὰ μικρὰ θαυμάζουσι μεγάλως. οὕτως φημίζουσι Καλλιρόην καλὴν ὡς καὶ Διονύσιον πλούσιον. μία τοίνυν
5ἐξ ἡμῶν, ἐπειδὰν εἰσίῃ, φανήτω μετ’ αὐτῆς, ἵνα ἀποσβέσῃ τὴν

5

.

3

.

3

πενιχράν τε καὶ δούλην.” προσεκύνησαν πᾶσαι τὴν βασιλίδα καὶ τῆς γνώμης ἀπεθαύμασαν καὶ τὸ μὲν πρῶτον ὡς ἐξ ἑνὸς στόματος ἀνεβόησαν “εἴθε δυνατὸν ἦν ὀφθῆναι σέ, δέσποινα·” εἶτα διεχέθη‐

5

.

3

.

4

σαν αἱ γνῶμαι καὶ τὰς ἐνδοξοτάτας ὠνόμαζον ἐπὶ κάλλει. χειροτο‐ νία δὲ ἦν ὡς ἐν θεάτρῳ, καὶ προεκρίθη Ῥοδογούνη, θυγάτηρ μὲν Ζωπύρου, γυνὴ δὲ Μεγαβύζου, μέγα τι χρῆμα 〈κάλλουσ〉 καὶ περι‐ βόητον, οἷον τῆς Ἰωνίας Καλλιρόη, τοιοῦτο τῆς Ἀσίας ἡ Ῥοδογούνη.
5λαβοῦσαι δὲ αὐτὴν αἱ γυναῖκες ἐκόσμουν, ἑκάστη τι παρ’ αὑτῆς συνεισφέρουσα εἰς κόσμον· ἡ δὲ βασιλὶς ἔδωκε περιβραχιόνια καὶ ὅρμον.

5

.

3

.

5

Ἐπεὶ τοίνυν εἰς τὸν ἀγῶνα καλῶς αὐτὴν κατεσκεύασαν, ὡς δῆθεν εἰς ἀπάντησιν Καλλιρόης παρεγίνετο· καὶ γὰρ εἶχε πρόφασιν οἰκείαν, ἐπειδὴ ἦν ἀδελφὴ Φαρνάκου τοῦ γράψαντος βασιλεῖ περὶ Διονυ‐

5

.

3

.

6

σίου. ἐξεχεῖτο δὲ πᾶσα Βαβυλὼν ἐπὶ τὴν θέαν καὶ τὸ πλῆθος ἐστενοχώρει τὰς πύλας. ἐν δὲ τῷ περιφανεστάτῳ παραπεμπομένη βασιλικῶς ἡ Ῥοδογούνη περιέμενεν· εἱστήκει δὲ ἁβρὰ καὶ θρυπτο‐ μένη καὶ ὡς προκαλουμένη, πάντες δὲ εἰς αὐτὴν ἀπέβλεπον καὶ
5διελάλουν πρὸς ἀλλήλους “νενικήκαμεν· ἡ Περσὶς ἀποσβέσει τὴν

5

.

3

.

7

ξένην. εἰ δύναται, συγκριθήτω· μαθέτωσαν Ἕλληνες ὅτι εἰσὶν ἀλα‐ ζόνες.” ἐν τούτῳ δὲ ἀπῆλθεν ὁ Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου συγγενίδα παρεῖναι, καταπηδήσας ἀπὸ τοῦ ἵππου προσ‐

5

.

3

.

8

ῆλθεν αὐτῇ φιλοφρονούμενος. ἐκείνη δὲ ὑπερυθριῶσα “θέλω”
φησὶ “τὴν ἀδελφὴν ἀσπάσασθαι,” καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. οὔκουν δυνατὸν ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ’ ὁ Διονύσιος ἄκων μὲν καὶ στένων ὑπ’ αἰδοῦς τὴν Καλλιρόην προελθεῖν ἠξίωσεν·71
5ἅμα δὲ πάντες οὐ μόνον τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτει‐ ναν καὶ μικροῦ δεῖν ἐπ’ ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου θέλων

5

.

3

.

9

ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι. ἐξέλαμψε δὲ τὸ Καλλι‐ ρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογούνην παρεῖναι.
5συνῆκε δὲ καὶ ἡ Ῥοδογούνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρόης,

5

.

3

.

10

παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. ἡ μὲν 〈οὖν〉 ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸν “ἐχρῆν
5μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν· ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες.

5

.

3

.

11

ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.” προσκυνήσας ὁ Διονύσιος ἀπηλλάγη.

5

.

4

.

1

Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ’ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον. ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρ‐ βάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος
5δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς

5

.

4

.

2

νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην. οὐ μὴν οὐδ’ ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ καὶ ἐνταῦθα διῃρέθησαν αἱ σπουδαί· τὸ μὲν γὰρ αὐτῶν ἐπ’ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρι‐
5σθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι

5

.

4

.

3

συνηύχοντο. τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε
Μιθριδάτης πρὸς Καλλιρόην ὀνόματι Χαιρέου (ζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκα), Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι πέπειστο72
5ἁλῶναι μὴ δύνασθαι. προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν

5

.

4

.

4

ποιήσηται. ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μα‐ κρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ [τῷ] βασιλεῖ. ποῖος
5ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτης ἔσχον σπουδῆς;

5

.

4

.

5

Ἐπεὶ δὲ ἧκεν ἡ κυρία τῶν ἡμερῶν, ἐκαθέσθη βασιλεύς. ἔστι δὲ οἶκος ἐν τοῖς βασιλείοις ἐξαίρετος, ἀποδεδειγμένος εἰς δικαστήριον, μεγέθει καὶ κάλλει διαφέρων· ἔνθα μέσος μὲν ὁ θρόνος κεῖται βασι‐ λεῖ, παρ’ ἑκάτερα δὲ τοῖς φίλοις οἳ τοῖς ἀξιώμασι καὶ ταῖς ἀρεταῖς

5

.

4

.

6

ὑπάρχουσιν ἡγεμόνες ἡγεμόνων. περιεστᾶσι δὲ κύκλῳ τοῦ θρόνου λοχαγοὶ καὶ ταξίαρχοι καὶ τῶν βασιλέως ἐξελευθέρων τὸ ἐντιμότατον, ὥστε ἐπ’ ἐκείνου τοῦ συνεδρίου καλῶς ἂν εἴποι τις
“οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο.”

5

.

4

.

7

παράγονται δὲ οἱ δικαζόμενοι μετὰ σιγῆς καὶ δέους. τότε οὖν ἕωθεν μὲν πρῶτος ἧκε Μιθριδάτης, δορυφορούμενος ὑπὸ φίλων καὶ συγ‐ γενῶν, οὐ πάνυ τι λαμπρὸς οὐδὲ φαιδρός, ἀλλ’, ὡς ὑπεύθυνος, ἐλεεινός· ἐπηκολούθει δὲ καὶ Διονύσιος Ἑλληνικῷ σχήματι Μιλη‐

5

.

4

.

8

σίαν στολὴν ἀμπεχόμενος, τὰς ἐπιστολὰς τῇ χειρὶ κατέχων. ἐπεὶ δὲ εἰσήχθησαν, προσεκύνησαν. ἔπειτα βασιλεὺς ἐκέλευσε τὸν γραμ‐ ματέα τὰς ἐπιστολὰς ἀναγνῶναι, τήν τε Φαρνάκου καὶ ἣν ἀντέγραψεν αὐτός, ἵνα μάθωσιν οἱ συνδικάζοντες πῶς εἰσῆκται τὸ πρᾶγμα. ἀναγνω‐
5σθείσης δὲ τῆς ἐπιστολῆς ἔπαινος ἐξερράγη πολὺς τὴν σωφροσύνην73

5

.

4

.

9

καὶ δικαιοσύνην θαυμαζόντων τὴν βασιλέως. σιωπῆς δὲ γενο‐ μένης ἔδει μὲν ἄρξασθαι τοῦ λόγου Διονύσιον τὸν κατήγορον, καὶ πάντες εἰς ἐκεῖνον ἀπέβλεψαν· ἔφη δὲ Μιθριδάτης “οὐ προλαμβάνω” φησί, “δέσποτα, τὴν ἀπολογίαν, ἀλλ’ οἶδα τὴν τάξιν· δεῖ δὲ πρὸ
5τῶν λόγων ἅπαντας παρεῖναι τοὺς ἀναγκαίους ἐν τῇ δίκῃ· ποῦ τοί‐ νυν ἡ γυνή, περὶ ἧς ἡ κρίσις; ἔδοξας δ’ αὐτὴν ἀναγκαίαν διὰ τῆς

5

.

4

.

10

ἐπιστολῆς καὶ ἔγραψας παρεῖναι, καὶ πάρεστι. μὴ οὖν Διονύσιος ἀποκρυπτέτω τὸ κεφάλαιον καὶ τὴν αἰτίαν ὅλου τοῦ πράγματος.” πρὸς ταῦτα ἀπεκρίνατο Διονύσιος “καὶ τοῦτο μοιχοῦ παράγειν εἰς ὄχλον ἀλλοτρίαν γυναῖκα οὐ θέλοντος ἀνδρός, οὔτε ἐγκαλοῦσαν οὔτε

5

.

4

.

11

ἐγκαλουμένην αὐτήν. εἰ μὲν οὖν διεφθάρη, ὡς ὑπεύθυνον ἔδει παρεῖ‐ ναι· νῦν δὲ σὺ ἐπεβούλευσας ἀγνοούσῃ, καὶ οὔτε μάρτυρι χρῶμαι τῇ γυναικὶ οὔτε συνηγόρῳ. τί οὖν ἀναγκαῖον παρεῖναι τὴν κατ’ οὐδὲν μετέχουσαν τῆς δίκης;” ταῦτα δικανικῶς μὲν εἶπεν ὁ Διονύ‐
5σιος, πλὴν οὐδένα ἔπειθεν· ἐπεθύμουν γὰρ πάντες Καλλιρόην ἰδεῖν.

5

.

4

.

12

αἰδουμένου δὲ κελεῦσαι βασιλέως πρόφασιν ἔσχον οἱ φίλοι τὴν ἐπι‐ στολήν· ἐκλήθη γὰρ ὡς ἀναγκαία. “πῶς οὖν οὐκ ἄτοπον” ἔφη τις

5

.

4

.

13

“ἐξ Ἰωνίας μὲν ἐλθεῖν, ἐν Βαβυλῶνι δὲ οὖσαν ὑστερεῖν;” ἐπεὶ τοίνυν ὡρίσθη καὶ Καλλιρόην παρεῖναι, οὐδὲν αὐτῇ προειρηκὼς ὁ Διονύσιος, ἀλλὰ μέχρι παντὸς ἀποκρυψάμενος τὴν αἰτίαν τῆς εἰς Βαβυλῶνα ὁδοῦ, φοβηθεὶς αἰφνίδιον εἰσαγαγεῖν εἰς δικαστήριον οὐδὲν
5εἰδυῖαν (εἰκὸς γὰρ ἦν καὶ ἀγανακτῆσαι τὴν γυναῖκα ὡς ἐξηπατημένην) εἰς τὴν ὑστεραίαν ὑπερέθετο τὴν δίκην.

5

.

5

.

1

Καὶ τότε μὲν οὕτως διελύθησαν· ἀφικόμενος δὲ εἰς τὴν οἰκίαν ὁ Διονύσιος, οἷα δὴ φρόνιμος ἀνὴρ καὶ πεπαιδευμένος, λόγους τῇ γυναικὶ προσήνεγκεν ὡς ἐν τοιούτοις πιθανωτάτους, ἐλαφρῶς τε καὶ πράως ἕκαστα διηγούμενος. οὐ μὴν ἀδακρυτί γε ἤκουεν ἡ Καλλιρόη,
5πρὸς τὸ ὄνομα δὲ τὸ Χαιρέου πολλὰ ἀνέκλαυσε καὶ πρὸς τὴν δίκην

5

.

5

.

2

ἐδυσχέραινε. “τοῦτο γὰρ” φησὶ “μόνον ἔλιπέ μου ταῖς συμφοραῖς, εἰσελθεῖν εἰς δικαστήριον. τέθνηκα καὶ κεκήδευμαι, τετυμβωρύχη‐ μαι, πέπραμαι, δεδούλευκα· ἰδού, Τύχη, καὶ κρίνομαι. οὐκ ἤρκει σοι διαβαλεῖν ἀδίκως με πρὸς Χαιρέαν, ἀλλ’ ἔδωκάς μοι παρὰ

5

.

5

.

3

Διονυσίῳ μοιχείας ὑπόθεσιν. τότε μου τὴν διαβολὴν ἐπόμπευσας τάφῳ, νῦν δὲ βασιλικῷ δικαστηρίῳ. διήγημα καὶ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης γέγονα. ποίοις ὀφθαλμοῖς ὄψομαι τὸν δικαστήν;
ποίων ἀκοῦσαί με δεῖ ῥημάτων; κάλλος ἐπίβουλον, εἰς τοῦτο μόνον74

5

.

5

.

4

ὑπὸ τῆς φύσεως δοθέν, ἵνα μου πλησθήσῃ τῶν διαβολῶν. Ἑρμο‐ κράτους θυγάτηρ κρίνεται καὶ τὸν πατέρα συνήγορον οὐκ ἔχει· οἱ μὲν γὰρ ἄλλοι ἐπὰν εἰς δικαστήριον εἰσίωσιν, εὔνοιαν εὔχονται καὶ χάριν, ἐγὼ δὲ φοβοῦμαι μὴ ἀρέσω τῷ δικαστῇ.”

5

.

5

.

5

Τοιαῦτα ὀδυρομένη τὴν ἡμέραν ὅλην ἀθύμως διήγαγε καὶ μᾶλλον ἐκείνης Διονύσιος· νυκτὸς δὲ ἐπελθούσης ὄναρ ἔβλεπεν αὑτὴν ἐν Συρακούσαις παρθένον εἰς τὸ τῆς Ἀφροδίτης τέμενος εἰσιοῦσαν κἀκεῖθεν ἐπανιοῦσαν, ὁρῶσαν Χαιρέαν καὶ τὴν τῶν γάμων ἡμέραν·
5ἐστεφανωμένην τὴν πόλιν ὅλην καὶ προπεμπομένην αὑτὴν ὑπὸ πατρὸς

5

.

5

.

6

καὶ μητρὸς εἰς τὴν οἰκίαν τοῦ νυμφίου. μέλλουσα δὲ καταφιλεῖν Χαιρέαν ἐκ τῶν ὕπνων ἀνέθορε καὶ καλέσασα Πλαγγόνα (Διονύσιος γὰρ ἔφθη προεξαναστάς, ἵνα μελετήσῃ τὴν δίκην) τὸ ὄναρ διηγεῖτο. καὶ ἡ Πλαγγὼν ἀπεκρίνατο “θάρρει, δέσποινα, καὶ χαῖρε· καλὸν
5ἐνύπνιον εἶδες· πάσης ἀπολυθήσῃ φροντίδος· ὥσπερ γὰρ ὄναρ

5

.

5

.

7

ἔδοξας, οὕτως καὶ ὕπαρ. ἄπιθι εἰς τὸ βασιλέως δικαστήριον ὡς ἱερὸν Ἀφροδίτης, ἀναμνήσθητι σαυτῆς, ἀναλάμβανε τὸ κάλλος τὸ νυμφικόν.” καὶ ταῦτα ἅμα λέγουσα ἐνέδυε καὶ ἐκόσμει τὴν Καλλι‐ ρόην, ἡ δὲ αὐτομάτως ψυχὴν εἶχεν ἱλαράν, ὥσπερ προμαντευομένη
5τὰ μέλλοντα.

5

.

5

.

8

Ἕωθεν οὖν ὠθισμὸς ἦν περὶ τὰ βασίλεια καὶ μέχρις ἔξω πλήρεις οἱ στενωποί· πάντες γὰρ συνέτρεχον τῷ μὲν δοκεῖν ἀκροαταὶ τῆς δίκης, τὸ δὲ ἀληθὲς Καλλιρόης θεαταί· τοσούτῳ δὲ ἔδοξε κρείττων

5

.

5

.

9

ἑαυτῆς, ὅσῳ τὸ πρότερον τῶν ἄλλων γυναικῶν. εἰσῆλθεν οὖν εἰς τὸ δικαστήριον, οἵαν ὁ θεῖος ποιητὴς τὴν Ἑλένην ἐπιστῆναί φησι τοῖς
ἀμφὶ Πρίαμον 〈καὶ〉 Πάνθοον ἠδὲ Θυμοίτην δημογέρουσιν· ὀφθεῖσα δὲ θάμβος ἐποίησε καὶ σιωπήν,
5
πάντες δ’ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι· καὶ εἴγε Μιθριδάτην ἔδει πρῶτον εἰπεῖν, οὐκ ἂν ἔσχε φωνήν. ὥσπερ γὰρ ἐπὶ τραύματι ἐρωτικῷ τῆς παλαιᾶς ἐπιθυμίας σφοδροτέραν αὖθις
ἐλάμβανε πληγήν.75

5

.

6

.

1

Ἤρξατο δὲ Διονύσιος τῶν λόγων οὕτως “χάριν ἔχω σοι τῆς τιμῆς, βασιλεῦ, ἣν ἐτίμησας κἀμὲ καὶ σωφροσύνην καὶ τοὺς πάντων γάμους· οὐ γὰρ περιεῖδες ἄνδρα ἰδιώτην ἐπιβουλευθέντα ὑπὸ ἡγεμό‐ νος, ἀλλὰ ἐκάλεσας, ἵνα ἐπ’ ἐμοῦ μὲν ἐκδικήσῃς τὴν ἀσέλγειαν καὶ

5

.

6

.

2

ὕβριν, ἐπὶ τῶν ἄλλων δὲ κωλύσῃς. μείζονος δὲ τιμωρίας ἄξιον τὸ ἔργον γέγονε καὶ διὰ τὸν ποιήσαντα. Μιθριδάτης γάρ, οὐκ ἐχθρὸς ὢν ἀλλὰ ξένος ἐμὸς καὶ φίλος, ἐπίβουλος ἐμοί, καὶ οὐκ εἰς ἄλλο τι τῶν κτημάτων, ἀλλὰ εἰς τὸ τιμιώτερον ἐμοὶ σώματός τε καὶ ψυχῆς,

5

.

6

.

3

τὴν γυναῖκα· ὃν ἐχρῆν, εἰ καί τις ἄλλος ἐπλημμέλησεν εἰς ἡμᾶς, αὐτὸν βοηθεῖν, εἰ καὶ μὴ δι’ ἐμὲ τὸν φίλον, ἀλλὰ διὰ σὲ τὸν βασιλέα. σὺ γὰρ ἐνεχείρισας αὐτῷ τὴν μεγίστην ἀρχήν, ἧς ἀνάξιος φανεὶς

5

.

6

.

4

κατῄσχυνε, μᾶλλον δὲ προέδωκε τὸν πιστεύσαντα τὴν ἀρχήν. τὰς μὲν οὖν δεήσεις τὰς Μιθριδάτου καὶ τὴν δύναμιν καὶ τὴν παρασκευήν, ὅσῃ χρῆται πρὸς τὸν ἀγῶνα, ὅτι οὐκ ἐξ ἴσου καθεστήκαμεν, οὐδὲ αὐτὸς ἀγνοῶ· θαρρῶ δέ, βασιλεῦ, τῇ σῇ δικαιοσύνῃ καὶ τοῖς γάμοις

5

.

6

.

5

καὶ τοῖς νόμοις, οὓς ὁμοίως σὺ πᾶσι τηρεῖς. εἰ γὰρ μέλλεις αὐτὸν ἀφιέναι, πολὺ βέλτιον ἦν μηδὲ καλέσαι· τότε μὲν γὰρ ἐφοβοῦντο πάντες, ὡς κολασθησομένης τῆς ἀσελγείας, ἐὰν εἰς κρίσιν εἰσέλθῃ· καταφρονήσει δὲ λοιπόν, ἐάν 〈τισ〉 κριθεὶς παρὰ σοὶ μὴ κολασθῇ. ὁ
5δὲ ἐμὸς λόγος σαφής ἐστι καὶ σύντομος. ἀνήρ εἰμι Καλλιρόης ταύτης, ἤδη δὲ ἐξ αὐτῆς καὶ πατήρ, γήμας οὐ παρθένον, ἀλλὰ ἀνδρὸς προτέρου γενομένην, Χαιρέου τοὔνομα, πάλαι τεθνεῶτος, οὗ

5

.

6

.

6

καὶ τάφος ἐστὶ παρ’ ἡμῖν. Μιθριδάτης οὖν ἐν Μιλήτῳ γενόμενος καὶ θεασάμενός μου τὴν γυναῖκα διὰ τὸ τῆς ξενίας δίκαιον, τὰ μετὰ ταῦτα οὐκ ἔπραξεν οὔτε ὡς φίλος οὔτε ὡς ἀνὴρ σώφρων καὶ κόσμιος, ὁποίους σὺ βούλει εἶναι τοὺς τὰς σὰς πόλεις ἐγκεχειρισμένους, ἀλλ’

5

.

6

.

7

ἀσελγὴς ὤφθη καὶ τυραννικός. ἐπιστάμενος δὲ τὴν σωφροσύνην καὶ φιλανδρίαν τῆς γυναικὸς λόγοις μὲν ἢ χρήμασι πεῖσαι αὐτὴν ἀδύνα‐ τον ἔδοξε, τέχνην δὲ ἐξεῦρεν ἐπιβουλῆς, ὡς ᾤετο, πιθανωτάτην· τὸν γὰρ πρότερον αὐτῆς ἄνδρα Χαιρέαν ὑπεκρίνατο ζῆν καὶ πλάσας
5ἐπιστολὰς ἐπὶ τῷ ὀνόματι τῷ ἐκείνου πρὸς Καλλιρόην ἔπεμψε διὰ76

5

.

6

.

8

δούλων. ἡ δὲ σή, Τύχη, 〈βασκανία〉 βασιλέα ἄξιον ὄντα κατέστησε καὶ 〈ἡ〉 πρόνοια τῶν ἄλλων θεῶν φανερὰς ἐποίησε τὰς ἐπιστολάς· τοὺς γὰρ δούλους μετὰ τῶν ἐπιστολῶν ἔπεμψε πρὸς ἐμὲ Βίας ὁ στρα‐ τηγὸς Πριηνέων, ἐγὼ δὲ φωράσας ἐμήνυσα τῷ σατράπῃ Λυδίας καὶ
5Ἰωνίας Φαρνάκῃ, ἐκεῖνος δὲ σοί.

5

.

6

.

9

“Τὸ μὲν διήγημα εἴρηκα τοῦ πράγματος, περὶ οὗ δικάζεις· αἱ δὲ ἀποδείξεις ἄφυκτοι· δεῖ γὰρ δυοῖν θάτερον, ἢ Χαιρέαν ζῆν, ἢ Μιθρι‐ δάτην ἠλέγχθαι μοιχόν. καὶ γὰρ οὐδὲ τοῦτο δύναται λέγειν, ὅτι τεθνηκέναι Χαιρέαν ἠγνόει· τούτου γὰρ ἐν Μιλήτῳ παρόντος ἐχώσα‐

5

.

6

.

10

μεν ἐκείνῳ τὸν τάφον, καὶ συνεπένθησεν ἡμῖν. ἀλλ’ ὅταν μοιχεῦσαι θέλῃ Μιθριδάτης, ἀνίστησι τοὺς νεκρούς. παύομαι τὴν ἐπιστολὴν ἀναγνούς, ἣν οὗτος διὰ τῶν ἰδίων δούλων ἔπεμψεν εἰς Μίλητον ἐκ Καρίας. λέγε λαβών· ‘Χαιρέας ζῶ.‘ τοῦτο ἀποδειξάτω Μιθρι‐
5δάτης καὶ ἀφείσθω. λόγισαι δέ, βασιλεῦ, πῶς ἀναίσχυντός ἐστι μοιχός, ὅπου καὶ νεκροῦ καταψεύδεται.”

5

.

6

.

11

Ταῦτα εἰπὼν ὁ Διονύσιος παρώξυνε τοὺς ἀκούοντας καὶ εὐθὺς εἶχε τὴν ψῆφον. θυμωθεὶς δὲ [ὁ] βασιλεὺς εἰς Μιθριδάτην πικρὸν καὶ σκυθρωπὸν ἀπέβλεψε.

5

.

7

.

1

Μηδὲν δὲ καταπλαγεὶς ἐκεῖνος “δέομαί σου” φησί, “βασιλεῦ, δίκαιος γὰρ εἶ καὶ φιλάνθρωπος, μὴ καταγνῷς μου, πρὶν ἀκούσῃς τῶν λόγων ἑκατέρωθεν, μηδὲ ἄνθρωπος Ἕλλην, πανούργως συνθεὶς κατ’ ἐμοῦ ψευδεῖς διαβολάς, πιθανώτερος γένηται παρὰ σοὶ τῆς

5

.

7

.

2

ἀληθείας. συνίημι δὲ ὅτι βαρεῖ με πρὸς ὑποψίαν τὸ κάλλος τῆς γυναικός· οὐδενὶ γὰρ ἄπιστον φαίνεται θελῆσαί τινα Καλλιρόην διαφθεῖραι. ἐγὼ δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην ταύτην ἔσχηκα διαβολήν· εἰ δέ γε καὶ ἀκόλαστος καὶ ἀσελγὴς ἐτύγ‐
5χανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ σοῦ τοσαύτας πόλεις πεπι‐

5

.

7

.

3

στεῦσθαι. τίς οὕτως ἐστὶν ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ
μιᾶς ἡδονῆς ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην· Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμη‐77
5θείσης, ἀλλὰ πωλουμένην ἠγόρασεν αὐτήν· ὁ δὲ τῆς μοιχείας νόμος

5

.

7

.

4

οὐκ ἔστιν ἐπὶ δούλων. ἀναγνώτω σοι πρῶτον τὸ γραμμάτιον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον εἰπάτω. γυναῖκα τολμᾷς ὀνομά‐ ζειν, ἣν ἀπέδοτό σοι ταλάντου Θήρων ὁ λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου; ‘ἀλλὰ‘ φησὶν ‘ἐλευθέραν οὖσαν ἐπριάμην.‘ οὐκοῦν
5ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. πλὴν ὡς ἀνδρὶ νῦν ἀπολογή‐

5

.

7

.

5

σομαι. γάμον ὀνόμαζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακοσία δοξάτω. μάθε, δέσποτα, ὅτι οὔτε Διονύσιον ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ’ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν

5

.

7

.

6

ἀναγινώσκει γραμμάτια κενά. τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. προφέρεις ἐπιστολήν. ἐδυνάμην εἰπεῖν ‘οὐ γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρόην Χαιρέας ζητεῖ· κρῖνε τοίνυν μοι‐ χείας ἐκεῖνον.‘ ‘ναὶ‘ φησίν. ‘ἀλλὰ Χαιρέας μὲν τέθνηκε, σὺ δὲ

5

.

7

.

7

ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.‘ προκαλῇ με, Διονύσιε, πρόκλησιν οὐδαμῶς 〈σοι〉 συμφέρουσαν. μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. παλινῳδίαν εἰπὲ ‘Μιθρι‐
5δάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.‘ ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. προλέγω σοι, Καλλι‐ ρόην ἀπολέσεις. οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ σὲ μοιχὸν εὑρήσει.”

5

.

7

.

8

Ταῦτα εἰπὼν ἐσίγησεν· ἅπαντες δὲ εἰς Διονύσιον ἀπέβλεψαν θέλοντες μαθεῖν, αἱρέσεως αὐτῷ προτεθείσης, πότερον ἀφίσταται τῆς κατηγορίας ἢ βεβαίως ἐμμένοι. τὸ γὰρ αἰνιττόμενον ὑπὸ Μιθριδάτου τί ποτε ἦν αὐτοὶ μὲν οὐ συνίεσαν, Διονύσιον δὲ ὑπελάμβανον
5εἰδέναι. κἀκεῖνος δὲ ἠγνόει, μηδέποτ’ ἂν ἐλπίσας ὅτι Χαιρέας ζῇ.

5

.

7

.

9

ἔλεγεν οὖν· “εἰπὲ” φησὶν “ὅτι ποτὲ καὶ θέλεις· οὐδὲ γὰρ ἐξαπατή‐ σεις με σοφίσμασι καὶ ἀξιοπίστοις ἀπειλαῖς, οὐδ’ εὑρεθήσεταί ποτε
Διονύσιος συκοφαντῶν.”78

5

.

7

.

10

Ἔνθεν ἑλὼν ὁ Μιθριδάτης φωνὴν ἐπῆρε καὶ ὥσπερ ἐπὶ θειασμοῦ “θεοὶ” φησὶ “βασίλειοι ἐπουράνιοί τε καὶ ὑποχθόνιοι, βοηθήσατε ἀνδρὶ ἀγαθῷ, πολλάκις ὑμῖν εὐξαμένῳ δικαίως καὶ θύσαντι μεγαλο‐ πρεπῶς· ἀπόδοτέ μοι τὴν ἀμοιβὴν τῆς εὐσεβείας συκοφαντουμένῳ·
5χρήσατέ μοι κἂν εἰς τὴν δίκην Χαιρέαν. φάνηθι, δαῖμον ἀγαθέ· καλεῖ σε ἡ σὴ Καλλιρόη· μεταξὺ δὲ ἀμφοτέρων, ἐμοῦ τε καὶ Διονυ‐ σίου στὰς εἶπον βασιλεῖ τίς ἐστιν ἐξ ἡμῶν μοιχός.”

5

.

8

.

1

Ἔτι δὲ λέγοντος (οὕτω γὰρ ἦν διατεταγμένον) προῆλθε Χαιρέας αὐτός. ἰδοῦσα δὲ ἡ Καλλιρόη ἀνέκραγε “Χαιρέα, ζῇς;” καὶ ὥρμησεν αὐτῷ προσδραμεῖν· κατέσχε δὲ Διονύσιος καὶ μέσος γενό‐

5

.

8

.

2

μενος οὐκ εἴασεν ἀλλήλοις περιπλακῆναι. τίς ἂν φράσῃ κατ’ ἀξίαν ἐκεῖνο τὸ σχῆμα τοῦ δικαστηρίου; ποῖος ποιητὴς ἐπὶ σκηνῆς παρά‐ δοξον μῦθον οὕτως εἰσήγαγεν; ἔδοξας ἂν ἐν θεάτρῳ παρεῖναι μυρίων παθῶν πλήρει· πάντα ἦν ὁμοῦ, δάκρυα, χαρά, θάμβος, ἔλεος, ἀπιστία,

5

.

8

.

3

εὐχαί. Χαιρέαν ἐμακάριζον, Μιθριδάτῃ συνέχαιρον, συνελυποῦντο Διονυσίῳ, περὶ Καλλιρόης ἠπόρουν. μάλιστα γὰρ ἦν ἐκείνη τεθορυβημένη καὶ ἄναυδος εἱστήκει, μόνον ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς εἰς Χαιρέαν ἀποβλέπουσα· ἐδόκει δ’ ἄν μοι καὶ βασιλεὺς

5

.

8

.

4

τότε θέλειν Χαιρέας εἶναι. συνήθης μὲν οὖν καὶ πρόχειρος πᾶσι τοῖς ἀντερασταῖς πόλεμος· ἐκείνοις δὲ καὶ μᾶλλον 〈πρὸσ〉 ἀλλήλους ἐξῆψε φιλονεικίαν τὸ ἆθλον βλεπόμενον, ὥστε, εἰ μὴ διὰ τὴν αἰδῶ

5

.

8

.

5

τὴν πρὸς βασιλέα, καὶ χεῖρας ἀλλήλοις προσέβαλλον. προῆλθε δὲ μέχρι ῥημάτων. Χαιρέας μὲν ἔλεγε “πρῶτός εἰμι ἀνήρ,” Διονύσιος δὲ “ἐγὼ βεβαιότερος.” “μὴ γὰρ ἀφῆκά μου τὴν γυναῖκα;” “ἀλλὰ ἔθαψας αὐτήν.” “δεῖξον γάμου διάλυσιν.” “τὸν τάφον ὁρᾷς μοι.”
5“πατὴρ ἐξέδωκεν.” “ἐμοὶ δὲ ἑαυτήν.” “ἀνάξιος εἶ τῆς Ἑρμοκρά‐ τους θυγατρός.” “σὺ μᾶλλον ὁ παρὰ Μιθριδάτῃ δεδεμένος.” “ἀπαιτῶ Καλλιρόην.” “ἐγὼ δὲ κατέχω.” “σὺ τὴν ἀλλοτρίαν

5

.

8

.

6

κρατεῖς.” “σὺ τὴν σὴν ἀπέκτεινας.” “μοιχέ.” “φονεῦ.” ταῦτα πρὸς ἀλλήλους μαχόμενοι· οἱ δ’ ἄλλοι πάντες ἤκουον οὐκ ἀηδῶς.
Καλλιρόη μὲν εἱστήκει κάτω βλέπουσα καὶ κλαίουσα, Χαιρέαν φιλοῦσα, Διονύσιον αἰδουμένη· βασιλεὺς δὲ μεταστησάμενος ἅπαν‐79
5τας, ἐβουλεύετο μετὰ τῶν φίλων οὐκέτι περὶ Μιθριδάτου, λαμπρῶς γὰρ ἀπελογήσατο, ἀλλὰ εἰ χρὴ διαδικασίαν προθεῖναι περὶ τῆς

5

.

8

.

7

γυναικός. καὶ τοῖς μὲν ἐδόκει μὴ βασιλικὴν εἶναι τὴν κρίσιν· “τῆς μὲν γὰρ Μιθριδάτου κατηγορίας εἰκότως ἤκουσας, σατράπης γὰρ ἦν,” τούτους δὲ ἰδιώτας πάντας εἶναι· οἱ δὲ πλείονες τἀναντία συνεβού‐ λευον καὶ διὰ τὸν πατέρα τῆς γυναικὸς οὐκ ἄχρηστον γενόμενον τῇ
5βασιλέως οἰκίᾳ καὶ ὅτι οὐκ ἔξωθεν ἐκάλει τὴν κρίσιν ἐφ’ αὑτόν, ἀλλὰ σχεδὸν μέρος οὖσαν ἧς ἐδίκαζεν ἤδη· τὴν γὰρ ἀληθεστάτην αἰτίαν οὐκ ἤθελον ὁμολογεῖν, ὅτι τὸ 〈τῆσ〉 Καλλιρόης κάλλος δυσαπό‐

5

.

8

.

8

σπαστον τοῖς ὁρῶσι. πάλιν οὖν προσκαλεσάμενος οὓς μετεστή‐ σατο “Μιθριδάτην μὲν” εἶπεν “ἀφίημι, καὶ ἀπίτω δῶρα τῆς ὑστεραίας παρ’ ἐμοῦ λαβὼν ἐπὶ τὴν σατραπείαν τὴν ἰδίαν· Χαιρέας δὲ καὶ Διονύσιος λεγέτωσαν ἑκάτερος ἅπερ ἔχει δίκαια περὶ τῆς
5γυναικός· προνοεῖσθαι γάρ με δεῖ τῆς θυγατρὸς Ἑρμοκράτους τοῦ καταπολεμήσαντος Ἀθηναίους τοὺς ἐμοί τε καὶ Πέρσαις ἐχθίστους.”

5

.

8

.

9

ῥηθείσης δὲ τῆς ἀποφάσεως Μιθριδάτης μὲν προσεκύνησεν, ἀπορία δὲ τοὺς ἄλλους κατέλαβεν. ἰδὼν δὲ [ὁ] βασιλεὺς ἀμηχανοῦντας αὐτοὺς “οὐκ ἐπείγω” φησὶν “ὑμᾶς, ἀλλὰ συγχωρῶ παρασκευασα‐ μένους ὑμᾶς ἐπὶ τὴν δίκην ἥκειν. δίδωμι δὲ πέντε ἡμερῶν διάστημα·
5ἐν δὲ τῷ μεταξὺ Καλλιρόης ἐπιμελήσεται Στάτειρα ἡ ἐμὴ γυνή· οὐ γάρ ἐστι δίκαιον μέλλουσαν αὐτὴν κρίνεσθαι περὶ ἀνδρός, μετὰ ἀνδρὸς ἥκειν ἐπὶ τὴν κρίσιν.”

5

.

8

.

10

Ἐξῄεσαν οὖν τοῦ δικαστηρίου οἱ μὲν ἄλλοι πάντες σκυθρωποί, μόνος δὲ Μιθριδάτης γεγηθώς. λαβὼν δὲ τὰ δῶρα καὶ τὴν νύκτα καταμείνας ἕωθεν εἰς Καρίαν ἐξώρμησε λαμπρότερος ἢ πρόσθεν.

5

.

9

.

1

Τὴν δὲ Καλλιρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες· ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται. θεασαμένη δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν

5

.

9

.

2

θεόν· ἡ δὲ προσεκύνησεν. ὁ δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆς “Καλλιρόη” φησὶν “αὕτη ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς,
ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης.” ἀσμένη τοῦτο ἤκουσεν ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ80
5Καλλιρόῃ διὰ τὴν τιμὴν ἐγένετο· ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ.

5

.

9

.

3

λαβομένη δὲ τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ παῦσαι δακρύουσα· χρηστός ἐστι βασιλεύς. ἕξεις ἄνδρα ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.”

5

.

9

.

4

ἡδέως ἡ Καλλιρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας. ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας ὁ ἐμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον

5

.

9

.

5

ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους. ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα διαλογιζομένης ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον
5πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρόην

5

.

9

.

6

ἰδεῖν. ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονή‐ ρως· ἔχομεν δὲ 〈τέσσαρασ〉 ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.” λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφι‐ κνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς,

5

.

9

.

7

ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν. ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. ἐπέμπετο δὲ Καλλιρόῃ δῶρα πολυτελῆ, καὶ παρ’ οὐδε‐ νὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανεί‐
5μων, ἀκόσμητος καθημένη. ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.

5

.

9

.

8

Καλλιρόη μὲν 〈οὖν〉 ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον

5

.

9

.

9

ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν· ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν
Μιλήτῳ. ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.81

5

.

10

.

1

Ἐξαφθεὶς γοῦν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ’ ἐμοῦ Προτε‐ σίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. τί γὰρ
5ἔδειξάς μοι Καλλιρόην, ἣν φυλάττειν οὐκ ἔμελλες; τί δὲ πατέρα

5

.

10

.

2

ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ

5

.

10

.

3

ἔρωτος ἀτυχοῦς ὑπόμνημα. παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ. κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. τὴν μὲν πρώτην δίκην νενίκημαι· Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς
5δευτέρας μᾶλλον φοβοῦμαι· οὐ δὴ γὰρ μείζων ὁ κίνδυνος, δύσελπιν

5

.

10

.

4

δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον. ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώ‐ τερον, οὐκ οἶδα Καλλιρόη τίνα θέλει. σὺ δέ, τέκνον, ὡς παρὰ μη‐ τρὸς δύνασαι μαθεῖν. καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.

5

.

10

.

5

κλαῦσον, καταφίλησον, εἰπὲ “μῆτερ, ὁ πατήρ μου φιλεῖ σε,” ὀνει‐ δίσῃς δὲ μηδέν. τί λέγεις, παιδαγωγέ; οὐδεὶς ἡμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὢ τυραννίδος δεινῆς. ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.”

5

.

10

.

6

Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος ἧψε βρόχον,
5καὶ μέλλων ἐπ’ αὐτὸν ἀναβαίνειν “εὐτυχέστερον μὲν” εἶπεν “ἀπέ‐ θνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία
ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρόης φιλεῖσθαι, νῦν δὲ ἀπολώλεκα οὐ μόνον82

5

.

10

.

7

τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν. Καλλιρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν· ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. μηδὲν δυσωπείσθω· φθάσω τὴν κρίσιν· οὐ περιμένω τέλος ἄδοξον. οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρω‐
5πος καὶ πένης καὶ ἀλλότριος ἤδη. σὺ μὲν εὐτυχοίης, ὦ γύναι· γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας

5

.

10

.

8

ἀπόλαυε πολυτελείας. ἔχε ὃν θέλεις. ἀλλὰ νῦν ἀληθῶς ἀποθανόν‐ τος Χαιρέου αἰτοῦμαί σε, Καλλιρόη, χάριν τελευταίαν. ὅταν ἀπο‐ θάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον· τοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον· εἰπὲ δὲ προσκύψασα τῇ
5στήλῃ ‘“κἀνὴρ καὶ βρέφος” ὁρῶ. οἴχῃ, Χαιρέα, νῦν ἀληθῶς. νῦν

5

.

10

.

9

ἀπέθανες· ἐγὼ γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.‘ ἀκούσο‐ μαί σου, γύναι· τάχα καὶ πιστεύσω. ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν.
εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο
5
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλης μεμνήσομαί σου.” τοιαῦτα ὀδυρόμενος κατεφίλει τὸν βρόχον “σύ μοι” λέγων “παρα‐ μυθία καὶ συνή〈γοροσ〉· διὰ σὲ νικῶ· σύ με Καλλιρόης μᾶλλον

5

.

10

.

10

ἔστερξας.” ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέ‐ στη Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. ἤδη δὲ καὶ ἡ προθεσμία τῆς δίκης καθει‐ στήκει.
4

6

.

1

.

1

Ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν πότερον Χαιρέου γυ‐
ναῖκα Καλλιρόην εἶναι δεῖ ἢ Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαις τε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ ἀπαν‐ τῶντες ἔλεγον “αὔριον τῆς Καλλιρόης οἱ γάμοι. τίς εὐτυχέστερος83

6

.

1

.

2

ἄρα;” διέσχιστο δὲ ἡ πόλις, καὶ οἱ μὲν Χαιρέᾳ σπεύδοντες ἔλεγον “πρῶτος ἦν ἀνήρ, παρθένον ἔγημεν ἐρῶσαν ἐρῶν· πατὴρ ἐξέδωκεν αὐτῷ, πατρὶς ἔθαψε· τοὺς γάμους οὐκ ἀπέλιπεν· οὐκ ἀπελείφθη. Διονύσιος δὲ οὐκ ἔπεισεν, οὐκ ἔγημεν. λῃσταὶ ἐπώλησαν· οὐκ ἐξὸν

6

.

1

.

3

δὲ τὴν ἐλευθέραν ἀγοράσαι.” οἱ δὲ Διονυσίῳ σπεύδοντες ἀντέλεγον πάλιν “ἐξήγαγε πειρατηρίου τὴν μέλλουσαν φονεύεσθαι· τάλαντον ἔδωκεν ὑπὲρ τῆς σωτηρίας αὐτῆς· πρῶτον ἔσωσεν, εἶτα ἔγημε· Χαιρέας δὲ γήμας ἀπέκτεινε· μνημονεύειν ὀφείλει Καλλιρόη τοῦ
5γάμου· γνωστὸν δὲ καὶ Διονυσίῳ πρόσεστιν εἰς τὸ νικᾶν ὅτι τέκνον

6

.

1

.

4

ἔχουσι κοινόν.” ταῦτα μὲν οὖν οἱ ἄνδρες· αἱ δὲ γυναῖκες οὐκ ἐρρητόρευον μόνον, ἀλλὰ καὶ συνεβούλευον ὡς παρούσῃ Καλλιρόῃ “μὴ παρῇς τὸν παρθένιον· ἑλοῦ τὸν πρῶτον φιλήσαντα, τὸν πολίτην, ἵνα καὶ τὸν πατέρα ἴδῃς· εἰ δὲ μή, ζήσεις ἐπὶ ξένης ὡς φυγάς·”

6

.

1

.

5

αἱ δ’ ἕτεραι “τὸν εὐεργέτην ἑλοῦ, τὸν σώσαντα, μὴ τὸν ἀπο‐ κτείναντα· τί δὲ ἂν πάλιν ὀργισθῇ Χαιρέας; πάλιν τάφος; μὴ προδῷς τὸν υἱόν· τίμησον τὸν πατέρα τοῦ τέκνου.” τοιαῦτα διαλα‐ λούντων ἦν ἀκούειν, ὥστε εἶπεν ἄν τις ὅλην Βαβυλῶνα εἶναι
5δικαστήριον.

6

.

1

.

6

Νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει· κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες λογισμούς, ἀλλὰ ἡ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι τάχιον, ἵνα ἀπόθηται τὴν παρακα‐ ταθήκην ὡς φορτίον· ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος τῆς γυναικὸς
5ἀντισυγκρινόμενον ἐγγύς· ὑπώπτευε δὲ καὶ βασιλέως τὰς πυκνὰς

6

.

1

.

7

εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας. πρότερον μὲν γὰρ σπα‐ νίως εἰς τὴν γυναικωνῖτιν εἰσῄει· ἀφ’ οὗ δὲ Καλλιρόην εἶχεν ἔνδον, συνεχῶς ἐφοίτα. παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς ὁμιλίαις ἡσυχῆ Καλλιρόην ὑποβλέποντα, καὶ τοὺς ὀφθαλμοὺς κλέπτοντας μὲν

6

.

1

.

8

τὴν θέαν, αὐτομάτως δὲ ἐκεῖ φερομένους. Στάτειρα μὲν οὖν ἡδεῖαν ἡμέραν ἐξεδέχετο, βασιλεὺς δὲ οὐχ ὁμοίαν, ἀλλ’ ἠγρύπνει δι’ ὅλης νυκτὸς
ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, 〈ἄλλοτε δ’ αὖτε
84
5
ὕπτιος,〉 ἄλλοτε δὲ πρηνής, ἐννοούμενος καθ’ αὑτὸν καὶ λέγων “πάρεστιν ἡ κρίσις· ὁ γὰρ προπετὴς ἐγὼ σύντομον ἔδωκα προθεσμίαν. τί οὖν μέλλομεν πράτ‐ τειν ἕωθεν; ἄπεισι Καλλιρόη λοιπὸν εἰς Μίλητον ἢ εἰς Συρακούσας.

6

.

1

.

9

ὀφθαλμοὶ δυστυχεῖς, μίαν ὥραν ἔχετε λοιπὸν ἀπολαῦσαι τοῦ καλ‐ λίστου θεάματος· εἶτα γενήσεται δοῦλος ἐμὸς εὐτυχέστερος ἐμοῦ. σκέψαι τί σοι πρακτέον ἐστίν, ὦ ψυχή· κατὰ σαυτὴν γενοῦ· σύμ‐ βουλον οὐκ ἔχεις ἄλλον· ἐρῶντος σύμβουλός ἐστιν αὐτὸς ὁ Ἔρως.

6

.

1

.

10

πρῶτον οὖν ἀπόκριναι σεαυτῷ. τίς εἶ; Καλλιρόης ἐραστὴς ἢ δικα‐ στής; μὴ ἐξαπάτα σεαυτόν. ἀγνοεῖς μέν, ἀλλὰ ἐρᾷς· ἐλεγχθήσῃ δὲ μᾶλλον, ὅταν αὐτὴν μὴ βλέπῃς. τί οὖν σεαυτὸν θέλεις λυπεῖν; Ἥλιος προπάτωρ σὸς ἐξεῖλέ σοι τοῦτο τὸ ζῶον, κάλλιστον ὧν αὐτὸς

6

.

1

.

11

ἐφορᾷ· σὺ δὲ ἀπελαύνεις τὸ δῶρον τοῦ θεοῦ; πάνυ γοῦν ἐμοὶ μέλει Χαιρέου καὶ Διονυσίου, δούλων ἐμῶν ἀδόξων, ἵνα βραβεύω τοὺς ἐκείνων γάμους καὶ ὁ μέγας βασιλεὺς ἔργον διαπράττωμαι προμνη‐ στρίας γραΐδος. ἀλλὰ ἔφθην ἀναδέξασθαι τὴν κρίσιν καὶ πάντες τοῦτο

6

.

1

.

12

ἴσασι. μάλιστα δὲ Στάτειραν αἰδοῦμαι. μήτε οὖν δημοσίευε τὸν ἔρωτα μήτε τὴν δίκην ἀπάρτιζε. ἀρκεῖ σοι Καλλιρόην κἂν βλέπειν· ὑπέρθου τὴν κρίσιν· τοῦτο γὰρ ἔξεστι καὶ ἰδιώτῃ δικαστῇ.”

6

.

2

.

1

Ἡμέρας οὖν φανείσης οἱ μὲν ὑπηρέται τὸ βασιλικὸν ἡτοίμαζον δικαστήριον· τὸ δὲ πλῆθος συνέτρεχεν ἐπὶ τὰ βασίλεια, καὶ ἐδονεῖτο πᾶσα Βαβυλών. ὥσπερ δὲ ἐν Ὀλυμπίοις τοὺς ἀθλητὰς ἔστι θεάσασθαι παραγινομένους ἐπὶ τὸ στάδιον μετὰ παραπομπῆς,
5οὕτω δὴ κἀκείνους. τὸ μὲν δοκιμώτατον Περσῶν πλῆθος παρέπεμπε

6

.

2

.

2

Διονύσιον, ὁ δὲ δῆμος Χαιρέαν. συνευχαὶ δὲ καὶ ἐπιβοήσεις μυρίαι τῶν σπευδόντων ἑκατέροις, ἐπευφημούντων “σὺ κρείττων, σὺ νικᾷς.”
ἦν δὲ τὸ ἆθλον οὐ κότινος, οὐ μῆλα, οὐ πίτυς, ἀλλὰ κάλλος τὸ πρῶτον, ὑπὲρ οὗ δικαίως ἂν ἤρισαν καὶ θεοί. βασιλεὺς δὲ καλέσας τὸν85
5εὐνοῦχον Ἀρταξάτην, ὃς ἦν 〈παρ’〉 αὐτῷ μέγιστος, “ὄναρ μοι” φησὶν “ἐπιστὰν βασίλειοι θεοὶ θυσίας ἀπαιτοῦσι καὶ δεῖ με πρῶτον

6

.

2

.

3

ἐκτελέσαι τὰ τῆς εὐσεβείας. παράγγειλον οὖν τριάκοντα ἡμερῶν ἱερομηνίαν ἑορτάζειν πᾶσαν τὴν Ἀσίαν ἀφειμένην δικῶν τε καὶ πραγμάτων.” ὁ δὲ εὐνοῦχος τὸ προσταχθὲν ἀπήγγειλε, πάντα δὲ

6

.

2

.

4

εὐθὺς μεστὰ θυόντων, ἐστεφανωμένων. αὐλὸς ἤχει καὶ σύριγξ ἐκελά‐ δει καὶ ᾄδοντος ἠκούετο μέλος· ἐθυμιᾶτο 〈τὰ〉 πρόθυρα καὶ πᾶς στενωπὸς συμπόσιον ἦν,
κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ·
5βασιλεὺς δὲ μεγαλοπρεπεῖς θυσίας παρέστησε τοῖς βωμοῖς. τότε πρῶτον καὶ Ἔρωτι ἔθυσε καὶ πολλὰ παρεκάλεσεν Ἀφροδίτην, ἵνα αὐτῷ βοηθῇ πρὸς τὸν υἱόν.

6

.

2

.

5

Πάντων δὲ ἐν θυμηδίαις ὄντων μόνοι τρεῖς ἐλυποῦντο, Καλλιρόη, Διονύσιος, καὶ πρὸ τούτων Χαιρέας. Καλλιρόη δὲ οὐκ ἠδύνατο λυ‐ πεῖσθαι φανερῶς ἐν τοῖς βασιλείοις, ἀλλ’ ἡσυχῆ καὶ λανθάνουσα ὑπέστενε καὶ τῇ ἑορτῇ κατηρᾶτο· Διονύσιος δ’ ἑαυτῷ, διότι Μίλη‐
5τον κατέλιπε. “φέρε” φησίν, “ὦ τλῆμον, τὴν ἑκούσιον συμφοράν·

6

.

2

.

6

ἑαυτῷ γὰρ αἴτιος 〈εἶ〉 τούτων. ἐξῆν σοι Καλλιρόην ἔχειν καὶ Χαι‐ ρέου ζῶντος. σὺ ἦς ἐν Μιλήτῳ κύριος, καὶ οὐδὲ ἡ ἐπιστολὴ Καλ‐ λιρόῃ τότε σοῦ μὴ θέλοντος ἐδόθη. τίς ἂν εἶδε; τίς ἂν προσῆλθε;

6

.

2

.

7

φέρων δὲ σεαυτὸν εἰς μέσους ἔρριψας τοὺς πολεμίους. καὶ εἴθε σεαυτὸν μόνον· νῦν δὲ καὶ τὸ τῆς ψυχῆς σου τιμιώτερον κτῆμα. διὰ τοῦτο πανταχόθεν σοι πόλεμος κεκίνηται. τί δοκεῖ σοι, ἀνόητε; Χαιρέαν ἀντίδικον ἔχεις· κατεσκεύασας σεαυτῷ δεσπότην ἀντεραστήν.
5νῦν βασιλεὺς καὶ ὀνείρατα βλέπει, καὶ ἀπαιτοῦσιν αὐτὸν θυσίας οἷς

6

.

2

.

8

καθημέραν θύει. ὢ τῆς ἀναισχυντίας· παρέλκει τις τὴν κρίσιν, ἔνδον ἔχων ἀλλοτρίαν γυναῖκα, καὶ ὁ τοιοῦτος εἶναι λέγει δικαστής.” τοιαῦτα μὲν ὠδύρετο Διονύσιος, Χαιρέας δὲ οὐχ ἥπτετο τροφῆς, οὐδὲ
ὅλως ἤθελε ζῆν. Πολυχάρμου δὲ τοῦ φίλου κωλύοντος αὐτὸν ἀπο‐86
5καρτερεῖν “σύ μοι πάντων” εἶπε “πολεμιώτατος ὑπάρχεις φίλου σχήματι· βασανιζόμενον γάρ με κατέχεις καὶ ἡδέως κολαζόμενον

6

.

2

.

9

ὁρᾷς. εἰ δὲ φίλος ἦς, οὐκ ἂν ἐφθόνεις μοι τῆς ἐλευθερίας ὑπὸ δαί‐ μονος κακοῦ τυραννουμένῳ. πόσους μου καιροὺς εὐτυχίας ἀπολώ‐ λεκας; μακάριος ἦν, εἰ ἐν Συρακούσαις θαπτομένῃ Καλλιρόῃ συνετάφην· ἀλλὰ καὶ τότε σύ με βουλόμενον ἀποθανεῖν ἐκώλυσας
5καὶ ἀφείλω καλῆς συνοδίας· τάχα γὰρ οὐκ ἂν ἐξῆλθε τοῦ τάφου

6

.

2

.

10

καταλιποῦσα τὸν νεκρόν. εἰ δ’ οὖν, ἐκείμην ταύτῃ 〈τὰ〉 μετὰ ταῦτα κερδήσας, τὴν πρᾶσιν, τὸ λῃστήριον, τὰ δεσμά, τὸν τοῦ σταυροῦ χαλεπώτερον βασιλέα. ὢ θανάτου καλοῦ, μεθ’ ὃν ἤκουσα τὸν δεύτερον Καλλιρόης γάμον. οἷον πάλιν καιρὸν ἀπώλεσάς μου τῆς

6

.

2

.

11

ἀποκαρτερήσεως, τὸν μετὰ τὴν δίκην. ἰδὼν Καλλιρόην οὐ προσῆλθον, οὐ κατεφίλησα. ὢ καινοῦ καὶ ἀπίστου πράγματος· κρίνεται Χαιρέας εἰ Καλλιρόης ἀνήρ ἐστιν. ἀλλ’ οὐδὲ τὴν ὁποιανδήποτε κρίσιν ὁ βάσκανος δαίμων ἐπιτρέπει τελεσθῆναι. καὶ ὄναρ καὶ ὕπαρ οἱ θεοί
5με μισοῦσι.” ταῦτα λέγων ὥρμησεν ἐπὶ ξίφος, κατέσχε δὲ τὴν χεῖρα Πολύχαρμος καὶ μονονουχὶ δήσας παρεφύλαττεν αὐτόν.

6

.

3

.

1

Βασιλεὺς δὲ καλέσας τὸν εὐνοῦχον, ὃς ἦν αὐτῷ πιστότατος ἁπάντων, τὸ μὲν πρῶτον ᾐδεῖτο κἀκεῖνον· ἰδὼν δὲ αὐτὸν Ἀρταξάτης ἐρυθήματος μεστὸν καὶ βουλόμενον εἰπεῖν, “τί κρύπτεις” ἔφη “δέσποτα, δοῦλον σόν, εὔνουν σοι καὶ σιωπᾶν δυνάμενον; τί
5τηλικοῦτον συμβέβηκε δεινόν; ὡς ἀγωνιῶ μή τινα ἐπιβουλὴν ... εἶπε βασιλεὺς “καὶ μεγίστην, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ θεοῦ.

6

.

3

.

2

τίς γάρ ἐστιν Ἔρως πρότερον ἤκουον ἐν μύθοις τε καὶ ποιήμασιν, ὅτι κρατεῖ πάντων τῶν θεῶν καὶ αὐτοῦ τοῦ Διός· ἠπίστουν δὲ ὅμως ὅτι δύναταί τις παρ’ ἐμοὶ ἐμοῦ γενέσθαι δυνατώτερος. ἀλλὰ πάρεστιν ὁ θεός· ἐνδεδήμηκεν εἰς τὴν ἐμὴν ψυχὴν πολὺς καὶ

6

.

3

.

3

σφοδρὸς Ἔρως· δεινὸν μὲν ὁμολογεῖν, ἀληθῶς δὲ ἑάλωκα.” ταῦτα ἅμα λέγων ἐνεπλήσθη δακρύων, ὥστε μηκέτι 〈τι〉 δύνασθαι προσ‐ θεῖναι τοῖς λόγοις· ἀποσιωπήσαντος δὲ εὐθὺς μὲν Ἀρταξάτης ἠπίστατο πόθεν ἐτρώθη. οὐδὲ γὰρ πρότερον ἀνύποπτος ἦν, ἀλλὰ87
5ᾐσθάνετο μὲν τυφομένου τοῦ πυρός, ἔτι γε μὴν οὐδὲ ἀμφίβολον ἦν οὐδὲ ἄδηλον ὅτι Καλλιρόης παρούσης οὐκ ἂν ἄλλου τινὸς ἠράσθη·

6

.

3

.

4

προσεποιεῖτο ὅμως ἀγνοεῖν καὶ “ποῖον” ἔφη “κάλλος δύναται τῆς σῆς κρατῆσαι, δέσποτα, ψυχῆς, ᾧ τὰ καλὰ πάντα δουλεύει, χρυσός, ἄργυρος, ἐσθής, ἵπποι, πόλεις, ἔθνη; καλαὶ μὲν μυρίαι γυναῖκες, ἀλλὰ καὶ Στάτειρα καλλίστη τῶν ὑπὸ τὸν ἥλιον, ἧς ἀπολαύεις μόνος.
5ἐξουσία δὲ ἔρωτα καταλύει, πλὴν εἰ μή τις ἐξ οὐρανοῦ καταβέβηκε

6

.

3

.

5

τῶν ἄνωθεν ἢ ἐκ θαλάττης ἀναβέβηκεν ἄλλη Θέτις. πιστεύω γὰρ ὅτι καὶ θεοὶ τῆς σῆς ἐρῶσι συνουσίας.” ἀπεκρίνατο βασιλεὺς “τοῦτο ἴσως ἀληθές ἐστιν, ὃ λέγεις, ὅτι θεῶν τίς ἐστιν ἥδε ἡ γυνή· οὐδὲ γὰρ ἀνθρώπινον τὸ κάλλος· πλὴν οὐχ ὁμολογεῖ· προσ‐
5ποιεῖται δὲ Ἑλληνὶς εἶναι Συρακοσία. καὶ τοῦτο δὲ τῆς ἀπάτης

6

.

3

.

6

ἐστὶ σημεῖον. ἐλεγχθῆναι γὰρ οὐ βούλεται πόλιν εἰποῦσα οὐδεμίαν τῶν ὑφ’ ἡμᾶς, ἀλλ’ ὑπὲρ τὸν Ἰόνιον καὶ τὴν πολλὴν θάλασσαν τὸν περὶ αὑτῆς μῦθον ἐκπέμπει. προφάσει δὲ δίκης ἦλθεν ἐπ’ ἐμὲ καὶ ὅλον τὸ δρᾶμα τοῦτο ἐκείνη κατεσκεύασε. θαυμάζω δέ σε πῶς
5ἐτόλμησας Στάτειραν λέγειν καλλίστην ἁπασῶν, Καλλιρόην βλέπων.

6

.

3

.

7

σκεπτέον οὖν πῶς ἂν ἀπαλλαγείην τῆς ἀνίας. ζήτει πανταχόθεν εἴ τι ἄρα δυνατόν ἐστιν εὑρεῖν φάρμακον.” “εὕρηται” φησὶ “φάρ‐ μακον, βασιλεῦ, καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις, τοῦτο ὅπερ ζητεῖς. φάρμακον γὰρ ἕτερον Ἔρωτος οὐδέν ἐστι πλὴν αὐτὸς ὁ ἐρώμενος·
5τοῦτο δὲ ἄρα καὶ τὸ ᾀδόμενον λόγιον ἦν ὅτι ὁ τρώσας αὐτὸς ἰάσεται.” κατῃδέσθη βασιλεὺς τὸν λόγον καὶ “μὴ σύ γε” ἔφη “τοιοῦτο

6

.

3

.

8

μηδὲν εἴπῃς, ἵνα γυναῖκα ἀλλοτρίαν διαφθείρω. μέμνημαι νόμων οὓς αὐτὸς ἔθηκα 〈καὶ〉 δικαιοσύνης ἣν ἐν ἅπασιν ἀσκῶ. μηδεμίαν μου καταγνῷς ἀκρασίαν. οὐχ οὕτως ἑαλώκαμεν.” δείσας Ἀρταξάτης
ὡς εἰπών τι προπετές, μετέβαλε τὸν λόγον εἰς ἔπαινον. “σεμνῶς”88
5ἔφη “διανοῇ, βασιλεῦ. μὴ τὴν ὁμοίαν τοῖς ἄλλοις ἀνθρώποις θεραπείαν τῷ Ἔρωτι προσαγάγῃς, ἀλλὰ τὴν κρείττονα καὶ βασιλικήν, ἀνταγωνιζόμενος ἑαυτῷ· δύνασαι γάρ, ὦ δέσποτα, σὺ μόνος κρατεῖν

6

.

3

.

9

καὶ θεοῦ. ἄπαγε δὴ τὴν σεαυτοῦ ψυχὴν εἰς πάσας ἡδονάς. μάλιστα δὲ κυνηγεσίοις ἐξαιρέτως χαίρεις· οἶδα γάρ σε ὑφ’ ἡδονῆς διημε‐ ρεύοντα ἄβρωτον, ἄποτον ἐν θήρᾳ. 〈θήρᾳ〉 δὲ ἐνδιατρίβειν 〈βέλτιον〉 ἢ τοῖς βασιλείοις καὶ ἐγγὺς εἶναι τοῦ πυρός.”

6

.

4

.

1

Ταῦτα ἤρεσε καὶ θήρα κατηγγέλλετο μεγαλοπρεπής. ἐξήλαυνον ἱππεῖς κεκοσμημένοι καὶ Περσῶν οἱ ἄριστοι καὶ τῆς ἄλλης στρατιᾶς τὸ ἐπίλεκτον. πάντων δὲ ὄντων ἀξιοθεάτων διαπρεπέστατος ἦν

6

.

4

.

2

αὐτὸς ὁ βασιλεύς. καθῆστο γὰρ ἵππῳ Νισαίῳ καλλίστῳ καὶ μεγίστῳ χρύσεον ἔχοντι χαλινόν, χρύσεα δὲ φάλαρα καὶ προμετωπίδια καὶ προστερνίδια· πορφύραν δὲ ἠμφίεστο Τυρίαν (τὸ δὲ ὕφασμα Βαβυ‐ λώνιον) καὶ τιάραν ὑακινθινοβαφῆ· χρύσεον δὲ ἀκινάκην ὑπεζωσμένος
5δύο ἄκοντας ἐκράτει, καὶ φαρέτρα καὶ τόξον αὐτῷ παρήρτητο, Σηρῶν

6

.

4

.

3

ἔργον πολυτελέστατον. καθῆστο δὲ σοβαρός· ἔστι γὰρ ἴδιον Ἔρωτος 〈τὸ〉 φιλόκοσμον· ἤθελε δὲ μέσος ὑπὸ Καλλιρόης ὁραθῆναι, καὶ διὰ τῆς πόλεως ἁπάσης ἐξιὼν περιέβλεπεν εἴ που κἀκείνη θεᾶται τὴν πομπήν. ταχέως δὲ ἐνεπλήσθη τὰ ὄρη βοώντων, θεόντων, κυνῶν

6

.

4

.

4

ὑλασσόντων, ἵππων χρεμετιζόντων, θηρῶν ἐλαυνομένων. ἡ σπουδὴ καὶ ὁ θόρυβος ἐκεῖνος αὐτῶν ἐξέστησεν ἂν καὶ τὸν Ἔρωτα· τέρψις γὰρ ἦν, μετ’ ἀγωνίας καὶ χαρά, μετὰ φόβου καὶ κίνδυνος ἡδύς. ἀλλὰ βασιλεὺς οὔτε ἵππον ἔβλεπε, τοσούτων ἱππέων αὐτῷ παρα‐
5θεόντων, οὔτε θηρίον, τοσούτων διωκομένων, οὔτε κυνὸς ἤκουε,

6

.

4

.

5

τοσούτων ὑλακτούντων, οὔτε ἀνθρώπων, πάντων βοώντων. ἔβλεπε
δὲ Καλλιρόην μόνην τὴν μὴ παροῦσαν, καὶ ἤκουεν ἐκείνης τῆς μὴ λαλούσης. συνεξῆλθε γὰρ ἐπὶ τὴν θήραν ὁ Ἔρως αὐτῷ, καί, ἅτε δὴ φιλόνεικος θεός, ἀντιταττόμενον ἰδὼν καὶ βεβουλευμένον, ὡς ᾤετο,89
5καλῶς, εἰς τοὐναντίον τὴν τέχνην περιέτρεψεν αὐτῷ καὶ δι’ αὐτῆς τῆς θεραπείας ἐξέκαυσε τὴν ψυχήν, ἔνδον παρὼν καὶ λέγων “οἷον ἦν ἐνθάδε Καλλιρόην ἰδεῖν, κνήμας ἀνεζωσμένην καὶ βραχίονας γεγυμνωμένην, πρόσωπον ἐρυθήματος, στῆθος ἀσταθμήτου πλῆρες.

6

.

4

.

6

ἀληθῶς
οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα,
ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι.”

6

.

4

.

7

ταῦτα ἀναζωγραφῶν καὶ ἀναπλάττων ἐξεκαίετο σφόδρα. ... ταῦτα λέγοντος Ἀρταξάτης ὑπολαβὼν “ἐπιλέλησαι” φησί, “δέ‐ σποτα, τῶν γεγονότων· Καλλιρόη γὰρ ἄνδρα οὐκ ἔχει, μένει δὲ ἡ κρίσις, τίνι ὀφείλει γαμηθῆναι. μέμνησο οὖν ὅτι χήρας ἐρᾷς· ὡς
5μήτε τοὺς νόμους αἰδοῦ, κεῖνται γὰρ ἐπὶ τοῖς γάμοις, μήτε μοιχείαν, δεῖ γὰρ πρῶτον εἶναι ἄνδρα τὸν ἀδικούμενον, εἶτα τὸν ἀδικοῦντα

6

.

4

.

8

μοιχόν.” ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ, πρὸς ἡδονὴν γὰρ ἦν, καὶ προσλαβόμενος ὑπὸ χεῖρα τὸν εὐνοῦχον κατεφίλησε καὶ “δικαίως ἄρα σε ἐγὼ” ἔφη “πάντων προτιμῶ· σὺ γὰρ εὐνούστατος καὶ φύλαξ ἀγαθὸς ἐμοί. ἄπιθι δὴ καὶ Καλλιρόην ἄγε. δύο δέ σοι προστάσσω,
5μὴ ἄκουσαν, μήτε φανερῶς· θέλω γάρ σε καὶ πεῖσαι καὶ λαθεῖν.”

6

.

4

.

9

Εὐθὺς οὖν ἀνακλητικὸν τῆς θήρας σύνθημα διεδόθη καὶ πάντες ἀνέστρεφον· βασιλεὺς δὲ ἀνηρτημένος ταῖς ἐλπίσιν εἰσήλαυνεν εἰς

6

.

4

.

10

τὰ βασίλεια χαίρων ὡς τὸ κάλλιστον θήραμα θηράσας. καὶ Ἀρταξά‐ της δὲ ἔχαιρε νομίζων † πρὸς † ὑπηρεσίαν ὑπεσχῆσθαι, βραβεύσειν δὲ λοιπὸν ἅρμα βασιλικόν, χάριν εἰδότων ἀμφοτέρων αὐτῷ, Καλλιρόης
δὲ μᾶλλον· ἔκρινε γὰρ τὴν πρᾶξιν ῥᾳδίαν, ὡς εὐνοῦχος, ὡς δοῦλος,90
5ὡς βάρβαρος. οὐκ ᾔδει δὲ φρόνημα Ἑλληνικὸν εὐγενὲς καὶ μάλιστα τὸ Καλλιρόης τῆς σώφρονος καὶ φιλάνδρου.

6

.

5

.

1

Καιρὸν οὖν ἐπιτηρήσας ἧκε πρὸς αὐτὴν καὶ μόνης λαβόμενος “μεγάλων” εἶπεν “ἀγαθῶν, ὦ γύναι, θησαυρόν σοι κεκόμικα· καὶ σὺ δὲ μνημόνευέ μου τῆς εὐεργεσίας· εὐχάριστον γὰρ εἶναί σε πιστεύω.” πρὸς τὴν ἀρχὴν τοῦ λόγου Καλλιρόη περιχαρὴς ἐγένετο·

6

.

5

.

2

φύσει γὰρ ἄνθρωπος, ὃ βούλεται, τοῦτο καὶ οἴεται. τάχ’ οὖν ἔδοξεν ἀποδίδοσθαι Χαιρέᾳ καὶ ἔσπευδε τοῦτο ἀκοῦσαι, καὶ τῶν εὐαγγελίων ἀμείψασθαι τὸν εὐνοῦχον ὑπισχνουμένη. πάλιν δὲ ἐκεῖνος ἀναλαβὼν ἀπὸ προοιμίων ἤρξατο “σύ, γύναι, κάλλος μὲν θεῖον εὐτύχησας,

6

.

5

.

3

μέγα δέ τι ἀπ’ αὐτοῦ καὶ σεμνὸν οὐκ ἐκαρπώσω. τὸ διὰ γῆς πάσης ἔνδοξον καὶ περιβόητον ὄνομα μέχρι σήμερον οὐχ εὗρεν οὔτ’ ἄνδρα κατ’ ἀξίαν οὔτ’ ἐραστήν, ἀλλ’ ἐνέπεσεν εἰς δύο, νησιώτην πένητα,

6

.

5

.

4

καὶ ἕτερον, δοῦλον βασιλέως. τί σοι γέγονεν ἐκ τούτων μέγα καὶ λαμπρόν; ποίαν χώραν ἔχεις εὔφορον; ποῖον κόσμον πολυτελῆ; τίνων πόλεων ἄρχεις; πόσοι δοῦλοί σε προσκυνοῦσι; γυναῖκες Βαβυλώνιαι θεραπαινίδας ἔχουσι πλουσιωτέρας σου. πλὴν οὐκ ἠμελήθης εἰς

6

.

5

.

5

πάντα, ἀλλὰ κήδονταί σου θεοί. διὰ τοῦτό σε ἐνθάδε ἤγαγον, πρόφασιν εὑρόντες τὴν δίκην, ἵνα σε ὁ μέγας βασιλεὺς θεάσηται. καὶ τοῦτο πρῶτον εὐαγγέλιον ἔχεις· ἡδέως σε εἶδε. κἀγὼ δὲ αὐτὸν ἀναμιμνή‐ σκω καὶ ἐπαινῶ σε παρ’ ἐκείνῳ.” τοῦτο γὰρ προσέθηκεν· εἴωθε γὰρ
5πᾶς δοῦλος, ὅταν διαλέγηταί τινι περὶ τοῦ δεσπότου, καὶ ἑαυτὸν

6

.

5

.

6

συνιστᾶν, ἴδιον ἐκ τῆς ὁμιλίας μνώμενος κέρδος. Καλλιρόη δὲ εὐθὺς τὴν καρδίαν ἐπλήγη ὥσπερ ὑπὸ ξίφους τοῦ λόγου· προσεποιεῖτο δὲ μὴ συνιέναι καὶ “θεοὶ” φησὶν “ἵλεῳ βασιλεῖ διαμένοιεν, σοὶ δὲ ἐκεῖνος, ὅτι ἐλεεῖτε γυναῖκα δυστυχῆ. δέομαι, θᾶττον ἀπαλλαξάτω
5με τῆς φροντίδος, ἀπαρτίσας τὴν κρίσιν, ἵνα μηκέτι ἐνοχλῶ μηδὲ τῇ βασιλίδι.” δόξας δὲ ὁ εὐνοῦχος ὅτι ἀσαφῶς εἴρηκεν ὃ ἤθελε καὶ οὐ

6

.

5

.

7

νενόηκεν ἡ γυνή, φανερώτερον ἤρξατο λέγειν. “αὐτὸ τοῦτο εὐτύ‐ χηκας, ὅτι οὐκέτι δούλους καὶ πένητας ἔχεις ἐραστὰς ἀλλὰ τὸν μέγαν βασιλέα, τὸν δυνάμενόν σοι Μίλητον αὐτὴν καὶ ὅλην Ἰωνίαν καὶ Σικελίαν καὶ ἄλλα ἔθνη μείζονα χαρίσασθαι. θῦε δὴ τοῖς θεοῖς
5καὶ μακάριζε σεαυτήν, καὶ † νύττε † ὅπως ἀρέσῃς μᾶλλον αὐτῷ, καὶ ὅταν91

6

.

5

.

8

πλουτήσῃς ἐμοῦ μνημόνευε.” Καλλιρόη δὲ τὸ μὲν πρῶτον ὥρμησεν, εἰ δυνατόν, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι τοῦ διαφθείροντος αὐτήν, οἷα δὲ γυνὴ πεπαιδευμένη καὶ φρενήρης, ταχέως λογισαμένη καὶ τὸν τόπον καὶ τίς ἐστιν αὐτὴ καὶ τίς ὁ λέγων, τὴν ὀργὴν μετέβαλε καὶ κατει‐

6

.

5

.

9

ρωνεύσατο λοιπὸν τοῦ βαρβάρου. “μὴ γὰρ οὕτω” φησὶ “μαινοί‐ μην, ἵνα ἐμαυτὴν ἀξίαν εἶναι πεισθῶ τοῦ μεγάλου βασιλέως. εἰμὶ δὲ θεραπαινίσιν ὁμοία Περσίδων γυναικῶν. μὴ σύ, δέομαί σου, μνημονεύσῃς ἔτι περὶ ἐμοῦ πρὸς τὸν δεσπότην. καὶ γὰρ ἂν ἐν τῷ
5παραυτίκα μηδὲν ὀργισθῇ, μετὰ ταῦτά σοι χαλεπανεῖ, λογισάμενος

6

.

5

.

10

ὅτι τὸν γῆς ἁπάσης κύριον ὑπέρριψας Διονυσίου δούλῃ. θαυμάζω δὲ πῶς συνετώτατος ὑπάρχων ἀγνοεῖς τὴν βασιλέως φιλανθρωπίαν, ὅτι οὐκ ἐρᾷ δυστυχοῦς γυναικὸς ἀλλὰ ἐλεεῖ. παυσώμεθα τοίνυν λαλοῦντες, μὴ καὶ τῇ βασιλίδι τις ἡμᾶς διαβαλεῖ.” καὶ ἡ μὲν
5ἀπέδραμεν, ἔστη δὲ ὁ εὐνοῦχος ἀχανής· οἷα γὰρ ἐν μεγάλῃ τυραν‐ νίδι τεθραμμένος οὐδὲν ἀδύνατον ὑπελάμβανεν, οὐ βασιλεῖ μόνον, ἀλλ’ οὐδ’ ἑαυτῷ.

6

.

6

.

1

Καταλειφθεὶς οὖν καὶ μηδὲ ἀποκρίσεως καταξιωθεὶς ἀπηλλάττετο μυρίων παθῶν μεστός, ὀργιζόμενος μὲν Καλλιρόῃ, λυπούμενος δὲ ἐφ’ ἑαυτῷ, φοβούμενος δὲ βασιλέα· τάχα γὰρ οὐδὲ πιστεύσειν αὐτὸν ὅτι ἀτυχῶς μέν, ἀλλὰ διελέχθη· δόξει δὲ καταπροδιδόναι τὴν

6

.

6

.

2

ὑπηρεσίαν χαριζόμενος τῇ βασιλίδι. ἐδεδοίκει δὲ μὴ καὶ πρὸς ἐκείνην Καλλιρόη κατείπῃ τοὺς λόγους· Στάτειραν δὲ βαρυθυμοῦσαν μέγα τι βουλεύσειν αὐτῷ κακὸν ὡς οὐχ ὑπηρετοῦντι μόνον ἀλλὰ καὶ κατασκευάζοντι τὸν ἔρωτα. καὶ ὁ μὲν εὐνοῦχος ἐσκέπτετο πῶς ἂν
5ἀσφαλῶς ἀπαγγείλῃ βασιλεῖ περὶ τῶν γεγονότων· Καλλιρόη δὲ καθ’

6

.

6

.

3

ἑαυτὴν γενομένη “ταῦτα” φησὶν “ἐγὼ προεμαντευόμην. ἔχω σε μάρτυν, Εὐφρᾶτα. προεῖπον ὅτι οὐκέτι σε διαβήσομαι. ἔρρωσο, πάτερ, καὶ σύ, μῆτερ, καὶ Συρακοῦσαι πατρίς· οὐκέτι γὰρ ὑμᾶς ὄψομαι. νῦν ὡς ἀληθῶς Καλλιρόη τέθνηκεν. ἐκ τοῦ τάφου μὲν
5ἐξῆλθον, οὐκ ἐξάξει δέ με ἐντεῦθεν λοιπὸν οὐδὲ Θήρων ὁ λῃστής.

6

.

6

.

4

ὦ κάλλος ἐπίβουλον, σύ μοι πάντων κακῶν αἴτιον. διὰ σὲ ἀνῃρέθην, διὰ σὲ ἐπράθην, διὰ σὲ ἔγημα μετὰ Χαιρέαν, διὰ σὲ εἰς Βαβυλῶνα ἤχθην, διὰ σὲ παρέστην δικαστηρίῳ. πόσοις με παρέδωκας; λῃσταῖς, θαλάττῃ, τάφῳ, δουλείᾳ, κρίσει. πάντων δέ μοι βαρύτατον ὁ ἔρως92

6

.

6

.

5

ὁ βασιλέως. καὶ οὔπω λέγω τὴν τοῦ βασιλέως ὀργήν· φοβερωτέραν 〈γὰρ〉 ἡγοῦμαι τὴν τῆς βασιλίδος ζηλοτυπίαν, ἣν οὐκ ἤνεγκε Χαιρέας, ἀνὴρ Ἕλλην. τί ποιήσει γυνὴ καὶ δέσποινα βάρβαρος; ἄγε δή, Καλλιρόη, βούλευσαί τι γενναῖον, Ἑρμοκράτους ἄξιον· ἀπόσφαξον
5σεαυτήν. ἀλλὰ μήπω· μέχρι γὰρ νῦν ὁμιλία ἐρωτικὴ παρ’ εὐνού‐ χου· ἂν δὲ βιαιότερόν τι γένηται, τότε ἐστί σοι καιρὸς ἐπιδεῖξαι Χαιρέᾳ παρόντι τὴν πίστιν.”

6

.

6

.

6

Ὁ δ’ εὐνοῦχος ἐλθὼν πρὸς βασιλέα τὴν μὲν ἀλήθειαν ἀπέκρυπτε τῶν γεγονότων, ἀσχολίαν δὲ ἐσκήπτετο καὶ τήρησιν ἀκριβῆ τῆς βασιλίδος, ὥστε μηδὲ δύνασθαι Καλλιρόῃ προσελθεῖν· “σὺ δὲ

6

.

6

.

7

ἐκέλευσάς μοι, δέσποτα, προνοεῖσθαι τοῦ λαθεῖν. ὀρθῶς δὲ προσ‐ έταξας· ἀνείληφας γὰρ τὸ σεμνότατον πρόσωπον τοῦ δικαστοῦ καὶ θέλεις παρὰ Πέρσαις εὐδοκιμεῖν. διὰ τοῦτό σε πάντες ὑμνοῦσιν. Ἕλληνες δέ εἰσι μικραίτιοι καὶ λάλοι. περιβόητον αὐτοὶ ποιή‐
5σουσι τὴν πρᾶξιν, Καλλιρόη μὲν ὑπ’ ἀλαζονείας ὅτι αὐτῆς βασιλεὺς

6

.

6

.

8

ἐρᾷ, Διονύσιος δὲ καὶ Χαιρέας ὑπὸ ζηλοτυπίας. οὐκ ἔστι δὲ ἄξιον οὐδὲ τὴν βασιλίδα λυπῆσαι, ἣν εὐμορφοτέραν ἐποίησεν ἡ δίκη 〈τῆσ〉 δόξης.” ταύτην δὲ παρέμισγε τὴν παλινῳδίαν, εἴ πως ἀποστρέψαι δύναιτο τὸν βασιλέα τοῦ ἔρωτος, καὶ ἑαυτὸν ἐλευθερῶσαι διακονίας
5δυσχεροῦς.

6

.

7

.

1

Παραυτίκα μὲν οὖν ἔπεισε, πάλιν δὲ νυκτὸς γενομένης ἀνεκάετο καὶ ὁ Ἔρως αὐτὸν ἀνεμίμνησκεν οἵους μὲν ὀφθαλμοὺς ἔχει Καλλιρόη, πῶς δὲ καλὸν τὸ πρόσωπον. τὰς τρίχας ἐπῄνει, τὸ βάδισμα, τὴν φωνήν· οἵα μὲν εἰσῆλθεν εἰς τὸ δικαστήριον, οἵα δὲ ἔστη, πῶς

6

.

7

.

2

ἐλάλησε, πῶς ἐσίγησε, πῶς ᾐδέσθη, πῶς ἔκλαυσε. διαγρυπνήσας δὲ τὸ πλεῖστον μέρος καὶ τοσοῦτον καταδραθὼν ὅσον καὶ ἐν τοῖς ὕπνοις Καλλιρόην ἰδεῖν, ἕωθεν καλέσας τὸν εὐνοῦχον “ἄπιθι” φησὶ “καὶ παραφύλαττε δι’ ὅλης τῆς ἡμέρας· πάντως γὰρ καιρὸν
5εὑρήσεις κἂν βραχύτατον ὁμιλίας λανθανούσης. εἰ γὰρ ἤθελον φανερῶς καὶ βίᾳ περιγενέσθαι τῆς ἐπιθυμίας, εἶχον δορυφόρους.”93

6

.

7

.

3

προσκυνήσας ὁ εὐνοῦχος ὑπέσχετο· οὐδενὶ γὰρ ἔξεστιν ἀντειπεῖν βασιλέως κελεύοντος. εἰδὼς δὲ ὅτι Καλλιρόη καιρὸν οὐ δώσει, διακρούσεται δὲ τὴν ὁμιλίαν ἐξεπίτηδες συνοῦσα τῇ βασιλίδι, τοῦτο δὴ θεραπεῦσαι θέλων ἔτρεψε τὴν αἰτίαν οὐκ εἰς τὴν φυλαττομένην

6

.

7

.

4

ἀλλ’ εἰς τὴν φυλάττουσαν, καὶ “ἄν σοι δοκῇ” φησίν, “ὦ δέσποτα, μετάπεμψαι Στάτειραν, ὡς ἰδιολογήσασθαί τι βουλόμενος πρὸς αὐτήν· ἐμοὶ γὰρ ἡ ἐκείνης ἀπουσία Καλλιρόης ἐξουσίαν δώσει.” “ποίησον οὕτως” εἶπε βασιλεύς.

6

.

7

.

5

Ἐλθὼν δὲ Ἀρταξάτης καὶ προσκυνήσας τὴν βασιλίδα “καλεῖ σε” φησίν, “ὦ δέσποινα, ὁ ἀνήρ.” ἀκούσασα ἡ Στάτειρα προσεκύνησε καὶ μετὰ σπουδῆς ἀπῄει πρὸς αὐτόν. ὁ δὲ εὐνοῦχος ἰδὼν τὴν Καλ‐ λιρόην μόνην ἀπολελειμμένην, ἐμβαλὼν τὴν δεξιάν, ὡς δή τις
5φιλέλλην καὶ φιλάνθρωπος, ἀπήγαγε τοῦ πλήθους τῶν θεραπαινίδων.

6

.

7

.

6

ἡ δὲ ἠπίστατο μὲν καὶ εὐθὺς ὠχρά τε ἦν καὶ ἄφωνος, ἠκολούθει δὲ ὅμως. ἐπεὶ δὲ κατέστησαν μόνοι, λέγει πρὸς αὐτὴν “ἑώρακας τὴν βασιλίδα πῶς ἀκούσασα τὸ βασιλέως ὄνομα προσεκύνησε καὶ τρέχουσα ἄπεισι· σὺ δέ, ἡ δούλη, τὴν εὐτυχίαν οὐ φέρεις, οὐδὲ

6

.

7

.

7

ἀγαπᾷς ὅτι σε παρακαλεῖ κελεῦσαι δυνάμενος. ἀλλ’ ἐγὼ (τιμῶ γάρ σε) πρὸς ἐκεῖνον οὐ κατ〈ηγόρευ〉σα τὴν μανίαν τὴν σήν, τοὐναντίον δέ, ὑπεσχόμην ὑπὲρ σοῦ. πάρεισιν οὖν σοι δύο ὁδοί, ὁποτέραν βούλει τρέπεσθαι. μηνύσω δὲ ἀμφοτέρας· πεισθεῖσα μὲν βασιλεῖ
5δῶρα λήψῃ τὰ κάλλιστα καὶ ἄνδρα ὃν θέλεις· οὐ δήπου γάρ σε αὐτὸς μέλλει γαμεῖν ἀλλὰ πρόσκαιρον αὐτῷ χάριν δώσεις· εἰ δὲ μή, πείσῃ ἄκουσα ἃ πάσχουσιν οἱ βασιλέως ἐχθροί, μόνοις γὰρ τούτοις

6

.

7

.

8

οὐδὲ ἀποθανεῖν θέλουσιν ἔξεστι.” κατεγέλασε Καλλιρόη τῆς ἀπειλῆς καὶ ἔφη “οὐ νῦν πρῶτον πείσομαί τι δεινόν· ἔμπειρός εἰμι τοῦ δυστυχεῖν. τί με δύναται βασιλεὺς ὧν πέπονθα διαθεῖναι χαλεπώτερον; ζῶσα κατεχώσθην· παντὸς δεσμωτηρίου τάφος ἐστὶ

6

.

7

.

9

στενότερος. λῃστῶν χερσὶ παρεδόθην. ἄρτι τὸ μέγιστον τῶν κακῶν
πάσχω· παρόντα Χαιρέαν οὐ βλέπω.” τοῦτο τὸ ῥῆμα προέδωκεν αὐτήν· ὁ γὰρ εὐνοῦχος δεινὸς ὢν τὴν φύσιν ἐνόησεν ὅτι ἐρᾷ. “ὦ” φησὶ “πασῶν ἀνοητοτάτη γυναικῶν, τοῦ βασιλέως τὸν Μιθριδάτου94
5δοῦλον προτιμᾷς;” ἠγανάκτησε Καλλιρόη Χαιρέου λοιδορηθέντος

6

.

7

.

10

καὶ “εὐφήμησον” εἶπεν, “ἄνθρωπε. Χαιρέας εὐγενής ἐστι, πόλεως πρώτης, ἣν οὐκ ἐνίκησαν οὐδὲ Ἀθηναῖοι οἱ ἐν Μαραθῶνι καὶ Σαλα‐ μῖνι νικήσαντες τὸν μέγαν σου βασιλέα.” ταῦτα ἅμα λέγουσα δα‐ κρύων πηγὰς ἀφῆκεν· ὁ δὲ εὐνοῦχος ἐπέθετο μᾶλλον καὶ “σεαυτῇ”

6

.

7

.

11

φησὶ “τῆς βραδυτῆτος αἰτία γίνῃ. πῶς οὖν εὐμενῆ τὸν δικαστὴν ἕξεις, [ἢ σχεῖν κάλλιον] ἵνα καὶ τὸν ἄνδρα κομίσῃ; τάχα μὲν οὐδὲ Χαιρέας γνοίη τὸ πραχθέν, ἀλλὰ καὶ γνοὺς οὐ ζηλοτυπήσει τὸν

6

.

7

.

12

κρείττονα· δόξει δέ σε τιμιωτέραν, ὡς ἀρέσασαν βασιλεῖ.” τοῦτο δὲ προσέθηκεν οὐχὶ δι’ ἐκείνην ἀλλὰ καὶ αὐτὸς οὕτω φρονῶν· κατα‐ πεπλήγασι γὰρ πάντες οἱ βάρβαροι καὶ θεὸν φανερὸν νομίζουσι τὸν βασιλέα. Καλλιρόη δὲ καὶ αὐτοῦ τοῦ Διὸς οὐκ ἂν ἠσπάσατο γάμους,
5οὐδὲ ἀθανασίαν προετίμησεν ἂν ἡμέρας μιᾶς τῆς μετὰ Χαιρέου.

6

.

7

.

13

μηδὲν οὖν ἀνύσαι δυνάμενος ὁ εὐνοῦχος “δίδωμί σοι” φησίν, “ὦ γύναι, σκέψεως καιρόν. σκέπτου δὲ μὴ περὶ σεαυτῆς μόνης, ἀλλὰ καὶ Χαιρέου κινδυνεύοντος ἀπολέσθαι τὸν οἴκτιστον μόρον· οὐ γὰρ ἀνέξεται βασιλεὺς ἐν ἔρωτι παρευδοκιμούμενος.” κἀκεῖνος μὲν ἀπηλ‐
5λάγη, τὸ δὲ τελευταῖον τῆς ὁμιλίας ἥψατο Καλλιρόης.

6

.

8

.

1

Πᾶσαν δὲ σκέψιν καὶ πᾶσαν ἐρωτικὴν ὁμιλίαν ταχέως μετέβαλεν ἡ Τύχη, καινοτέρων εὑροῦσα πραγμάτων ὑπόθεσιν· βασιλεῖ γὰρ ἧκον ἀπαγγέλλοντες Αἴγυπτον ἀφεστάναι μετὰ μεγάλης παρασκευῆς.

6

.

8

.

2

τὸν μὲν γὰρ σατράπην τὸν βασιλικὸν τοὺς Αἰγυπτίους ἀνῃρηκέναι, κεχειροτονηκέναι δὲ βασιλέα τῶν ἐπιχωρίων, ἐκεῖνον δὲ ἐκ Μέμφεως ὁρμώμενον διαβεβηκέναι μὲν Πηλούσιον, ἤδη δὲ Συρίαν καὶ Φοινίκην κατατρέχειν, ὡς μηκέτι τὰς πόλεις ἀντέχειν, ὥσπερ χειμάρρου τινὸς

6

.

8

.

3

ἢ πυρὸς αἰφνίδιον ἐπιρρυέντος αὐταῖς. πρὸς δὲ τὴν φήμην ἐταράχθη μὲν ὁ βασιλεύς, κατεπλάγησαν δὲ Πέρσαι· κατήφεια δὲ πᾶσαν ἔσχε Βαβυλῶνα. τότε καὶ ὄναρ βασιλέως λογοποιοὶ καὶ μάντεις ἔφασκον
τὰ μέλλοντα προειρηκέναι· θυσίας γὰρ ἀπαιτοῦντας τοὺς θεοὺς95

6

.

8

.

4

κίνδυνον μὲν ἀλλὰ καὶ νίκην προσημαίνειν. πάντα μὲν τὰ εἰωθότα συμβαίνειν καὶ ὅσα εἰκὸς ἐν ἀπροσδοκήτῳ πολέμῳ, καὶ ἐλέγετο καὶ ἐγίνετο· κίνησις γὰρ μεγάλη Ἀσίαν κατέλαβε. συγκαλέσας οὖν ὁ βασιλεὺς Περσῶν τοὺς ὁμοτίμους καὶ ὅσοι παρῆσαν ἡγεμόνες τῶν
5ἐθνῶν, μεθ’ ὧν εἰώθει τὰ μεγάλα χρηματίζειν, ἐβουλεύετο περὶ τῶν

6

.

8

.

5

καθεστηκότων καὶ ἄλλος ἄλλο τι παρῄνει· πᾶσι δὲ ἤρεσκε τὸ σπεύ‐ δειν καὶ μηδὲ μίαν ἡμέραν, εἰ δυνατόν, ἀναβαλέσθαι δυοῖν ἕνεκεν· ἵνα καὶ τοὺς πολεμίους ἐπίσχωσι τῆς πρὸς τὸ πλεῖον αὐξήσεως καὶ τοὺς φίλους εὐθυμοτέρους ποιήσωσι, δείξαντες αὐτοῖς ἐγγύθεν τὴν
5βοήθειαν· βραδυνόντων δὲ εἰς τοὐναντίον ἅπαντα χωρήσειν· τοὺς μὲν γὰρ πολεμίους καταφρονήσειν ὡς δεδιότων, τοὺς δὲ οἰκείους

6

.

8

.

6

ἐνδώσειν ὡς ἀμελουμένους. εὐτύχημα δὲ μέγιστον βασιλεῖ γεγονέναι τὸ μήτε ἐν Βάκτροις μήτε ἐν Ἐκβατάνοις, ἀλλὰ ἐν Βαβυλῶνι κατειλῆφθαι, πλησίον τῆς Συρίας· διαβὰς γὰρ τὸν Εὐφράτην εὐθὺς ἐν χερσὶν ἕξει τοὺς ἀφεστῶτας. ἔδοξεν οὖν τὴν μὲν ἤδη περὶ
5αὐτὸν δύναμιν ἐξάγειν, διαπέμψαι δὲ πανταχόσε κελεύοντα τὴν στρατιὰν ἐπὶ ποταμὸν Εὐφράτην ἀθροίζεσθαι. ῥᾴστη δέ ἐστι

6

.

8

.

7

Πέρσαις ἡ παρασκευὴ τῆς δυνάμεως. συντέτακται γὰρ ἀπὸ Κύρου, τοῦ πρώτου Περσῶν βασιλεύσαντος, ποῖα μὲν τῶν ἐθνῶν εἰς πόλεμον ἱππείαν καὶ πόσην τὸν ἀριθμὸν δεῖ παρέχειν, ποῖα δὲ πεζὴν στρατιὰν καὶ πόσην, τίνας δὲ τοξότας καὶ πόσα ἑκάστους ἅρματα ψιλά τε καὶ
5δρεπανηφόρα, καὶ ἐλέφαντας ὁπόθεν καὶ πόσους, καὶ χρήματα παρ’ ὧντινων, ποῖα καὶ πόσα. τοσούτῳ δὲ παρασκευάζεται χρόνῳ πάντα ὑπὸ πάντων, ὅσῳ κἂν εἷς ἀνὴρ παρεσκεύασε.

6

.

9

.

1

Τῇ δὲ πέμπτῃ τῶν ἡμερῶν μετὰ τὴν ἀγγελίαν ἐξήλαυνε Βαβυλῶνος ὁ βασιλεύς, κοινῷ παραγγέλματι πάντων αὐτῷ συνακολουθούντων, ὅσοι τὴν στρατεύσιμον εἶχον ἡλικίαν. ἐν δὲ τούτοις ἐξῆλθε καὶ

6

.

9

.

2

Διονύσιος· Ἴων γὰρ ἦν καὶ οὐδενὶ τῶν ὑπηκόων μένειν ἐξῆν. κο‐ σμησάμενος δὲ ὅπλοις καλλίστοις καὶ ποιήσας στῖφος οὐκ εὐκατα‐ φρόνητον ἐκ τῶν μεθ’ ἑαυτοῦ, ἐν τοῖς πρώτοις καὶ φανερωτάτοις
κατέταξεν ἑαυτὸν καὶ δῆλος ἦν πράξων τι γενναῖον, οἷα δὴ καὶ φύσει96
5φιλότιμος ἀνὴρ καὶ οὐ πάρεργον τὴν ἀρετὴν τιθέμενος, ἀλλὰ τῶν

6

.

9

.

3

καλλίστων ἀξιῶν. τότε δὲ καὶ ἐλπίδος εἶχέ τι κούφης, ὅτι χρήσιμος ἢν ἐν τῷ πολέμῳ φανῇ, λήψεται παρὰ βασιλέως καὶ δίχα κρίσεως ἆθλον τῆς ἀριστείας τὴν γυναῖκα.

6

.

9

.

4

Καλλιρόην δὲ ἡ μὲν βασιλὶς οὐκ ἤθελεν ἐπάγεσθαι· διὰ τοῦτο οὐδὲ ἐμνημόνευσεν αὐτῆς πρὸς βασιλέα οὐδὲ ἐπύθετο τί κελεύει γενέ‐ σθαι περὶ τῆς ξένης· ἀλλὰ καὶ Ἀρταξάτης κατεσιώπησεν, ὡς δῆτα μὴ θαρρῶν ἐν κινδύνῳ τοῦ δεσπότου καθεστηκότος παιδιᾶς ἐρωτικῆς
5μνημονεύειν, τὸ δὲ ἀληθὲς ἄσμενος ἀπηλλαγμένος καθάπερ ἀγρίου θηρίου· ἐδόκει δ’ 〈ἄν〉 μοι καὶ χάριν ἔχειν τῷ πολέμῳ διακόψαντι

6

.

9

.

5

τὴν βασιλέως ἐπιθυμίαν ὑπὸ ἀργίας τρεφομένην. οὐ μὴν Καλλιρόης ἐπελέληστο βασιλεύς, ἀλλὰ ἐν ἐκείνῳ τῷ ἀδιηγήτῳ ταράχῳ μνήμη τις αὐτὸν εἰσῆλθε τοῦ κάλλους· ᾐδεῖτο δὲ εἰπεῖν τι περὶ αὐτῆς, μὴ δόξῃ παιδαριώδης εἶναι παντάπασιν, ἐν πολέμῳ τηλικούτῳ γυναικὸς
5εὐμόρφου μνημονεύων. βιαζομένης δὲ τῆς ὁρμῆς πρὸς μὲν Στάτειραν αὐτὴν οὐδὲν εἶπεν, ἀλλ’ οὐδὲ πρὸς τὸν εὐνοῦχον, ἐπειδὴ αὐτῷ συνῄδει

6

.

9

.

6

τὸν ἔρωτα, ἐπενόησε δέ τι τοιοῦτον. ἔθος ἐστὶν αὐτῷ τε βασιλεῖ καὶ Περσῶν τοῖς ἀρίστοις, ὅταν εἰς πόλεμον ἐξίωσιν, ἐπάγεσθαι καὶ γυναῖκας καὶ τέκνα καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εὐνούχους καὶ παλλακίδας καὶ κύνας καὶ τραπέζας καὶ πλοῦτον πολυτελῆ καὶ

6

.

9

.

7

τρυφήν. τὸν οὖν ἐπὶ τούτων διάκονον καλέσας ὁ βασιλεύς, πολλὰ πρῶτον εἰπὼν καὶ τὰ ἄλλα διατάξας ὡς ἕκαστον ἔδει γενέσθαι, τελευταίας ἐμνημόνευσε Καλλιρόης ἀξιοπίστῳ τῷ προσώπῳ, ὡς οὐδὲν αὐτῷ μέλον. “κἀκεῖνο” φησὶ “τὸ γύναιον τὸ ξένον, περὶ οὗ τὴν

6

.

9

.

8

κρίσιν ἀνεδεξάμην, σὺν ταῖς ἄλλαις γυναιξὶν ἀκολουθείτω.” καὶ Καλλιρόη μὲν οὕτως ἐξῆλθε Βαβυλῶνος οὐκ ἀηδῶς, ἤλπιζε γὰρ καὶ Χαιρέαν ἐξελεύσεσθαι· πολλὰ μὲν οὖν φέρειν πόλεμον καὶ ἄδηλα, καὶ μεταβολὰς τοῖς δυστυχοῦσι βελτίονας, τάχα δὲ καὶ τὴν δίκην
5ἕξειν τέλος ἐκεῖ ταχείας εἰρήνης γενομένης.97

7

.

1

.

1

Πάντων δὲ ἐξιόντων μετὰ βασιλέως ἐπὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Αἰγυπτίους Χαιρέᾳ παρήγγειλεν οὐδείς· βασιλέως γὰρ δοῦλος οὐκ ἦν, ἀλλὰ τότε μόνος ἐν Βαβυλῶνι ἐλεύθερος. ἔχαιρε δὲ ἐλπίζων ὅτι καὶ Καλλιρόη μένει. τῆς οὖν ὑστεραίας ἦλθεν ἐπὶ τὰ βασίλεια,

7

.

1

.

2

ζητῶν τὴν γυναῖκα. κεκλεισμένα δὲ ἰδὼν καὶ πολλοὺς ἐπὶ θύραις τοὺς φυλάσσοντας περιῄει τὴν πόλιν ὅλην ἐξερευνώμενος καὶ συνεχῶς καθάπερ ἐμμανὴς Πολυχάρμου τοῦ φίλου πυνθανόμενος “Καλλιρόη

7

.

1

.

3

δὲ ποῦ; τί γέγονεν; οὐ δήπου γὰρ καὶ αὐτὴ στρατεύεται.” μὴ εὑρὼν δὲ Καλλιρόην ἐζήτει Διονύσιον τὸν ἀντεραστὴν καὶ ἧκεν ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου. προῆλθεν οὖν τις ὥσπερ εὐκαίρως, καὶ εἶπεν ἅπερ ἦν δεδιδαγμένος. θέλων γὰρ ὁ Διονύσιος ἀπελπίσαι Χαιρέαν
5τὸν Καλλιρόης γάμον καὶ μηκέτι μένειν τὴν δίκην, ἐπενόησέ τι

7

.

1

.

4

στρατήγημα τοιοῦτον. ἐξιὼν ἐπὶ τὴν μάχην κατέλιπε τὸν ἀπαγγε‐ λοῦντα πρὸς Χαιρέαν ὅτι βασιλεὺς ὁ Περσῶν χρείαν ἔχων συμμάχων πέπομφε Διονύσιον ἀθροῖσαι στρατιὰν ἐπὶ τὸν Αἰγύπτιον καί, ἵνα πιστῶς αὐτῷ καὶ προθύμως ἐξυπηρετῆται, Καλλιρόην ἀπέδωκε. ταῦτα
5ἀκούσας Χαιρέας ἐπίστευσεν εὐθύς· εὐεξαπάτητον γὰρ ἄνθρωπος

7

.

1

.

5

δυστυχῶν. καταρρηξάμενος οὖν τὴν ἐσθῆτα καὶ σπαράξας τὰς τρίχας, τὸ στέρνον ἅμα παίων ἔλεγεν “ἄπιστε Βαβυλών, κακὴ ξενοδόχε, ἐπ’ ἐμοῦ δὲ καὶ ἐρήμη. ὢ καλοῦ δικαστοῦ· προαγωγὸς γέγονεν ἀλλο‐ τρίας γυναικός. ἐν πολέμῳ γάμοι. καὶ ἐγὼ μὲν ἐμμελετῶν τὴν δίκην
5καὶ πάνυ ἐπεπείσμην δίκαια ἐρεῖν· ἐρήμην δὲ κατεκρίθην καὶ

7

.

1

.

6

Διονύσιος νενίκηκε σιγῶν. ἀλλ’ οὐδὲν ὄφελος αὐτῷ τῆς νίκης· οὐ γὰρ ζήσεται Καλλιρόη παρόντος διαζευχθεῖσα Χαιρέου, 〈εἰ〉 καὶ τὸ πρῶτον ἐξηπάτησεν αὐτὴν τῷ δοκεῖν ἐμὲ τεθνηκέναι. τί οὖν ἐγὼ βραδύνω καὶ οὐκ ἀποσφάζω πρὸ τῶν βασιλείων ἐμαυτόν, προχέας τὸ αἷμα
5ταῖς θύραις τοῦ δικαστοῦ; γνώτωσαν Πέρσαι καὶ Μῆδοι, πῶς βασιλεὺς ἐδίκασεν ἐνταῦθα.”

7

.

1

.

7

Πολύχαρμος δὲ ἰδὼν ἀπαρηγόρητον αὑτῷ τὴν συμφορὰν καὶ
ἀδύνατον σωθῆναι Χαιρέαν “πάλαι μὲν” ἔφη “παρεμυθούμην σε, φίλτατε, καὶ πολλάκις ἀποθανεῖν ἐκώλυσα, νῦν δέ μοι δοκεῖς καλῶς βεβουλεῦσθαι· καὶ τοσοῦτον ἀποδέω τοῦ σε κωλύειν, ὥστε καὶ αὐτὸς98
5ἤδη συναποθανεῖν ἕτοιμος. σκεψώμεθα δὲ θανάτου τρόπον, ὅστις ἂν γένοιτο βελτίων· ὃν γὰρ σὺ διανοῇ, φέρει μέν τινα φθόνον βασιλεῖ καὶ πρὸς τὸ μέλλον αἰσχύνην, οὐ μεγάλην δὲ ἐκδικίαν ὧν πεπόνθα‐

7

.

1

.

8

μεν. δοκεῖ δέ μοι τὸν ἅπαξ ὡρισμένον θάνατον ὑφ’ ἡμῶν εἰς ἄμυναν καταχρήσασθαι τοῦ τυράννου· καλὸν γὰρ λυπήσαντας αὐτὸν ἔργῳ ποιῆσαι μετανοεῖν, ἔνδοξον καὶ τοῖς ὕστερον ἐσομένοις διήγημα καταλείποντας ὅτι δύο Ἕλληνες ἀδικηθέντες ἀντελύπησαν τὸν μέγαν

7

.

1

.

9

βασιλέα καὶ ἀπέθανον ὡς ἄνδρες.” “πῶς οὖν” εἶπε Χαιρέας “ἡμεῖς οἱ 〈δύο〉 μόνοι καὶ πένητες καὶ ξένοι τὸν κύριον τηλικούτων καὶ τοσούτων ἐθνῶν καὶ δύναμιν ἔχοντα ἣν ἑωράκαμεν λυπῆσαι δυνά‐ μεθα; τοῦ μὲν γὰρ σώματος αὐτῷ φυλακαὶ καὶ προφυλακαί, κἂν
5ἀποκτείνωμεν δέ τινα τῶν ἐκείνου, κἂν ἐμπρήσωμέν τι τῶν ἐκείνου

7

.

1

.

10

κτημάτων, οὐκ αἰσθήσεται τῆς βλάβης.” “ὀρθῶς ἂν” ἔφη Πολύ‐ χαρμος “ταῦτα ἔλεγες, εἰ μὴ πόλεμος ἦν· νῦν δὲ ἀκούομεν Αἴγυπτον μὲν ἀφεστάναι, Φοινίκην δὲ ἑαλωκέναι, Συρίαν δὲ κατατρέχεσθαι. βασιλεῖ δὲ ὁ πόλεμος ἀπαντήσει καὶ πρὸ τοῦ διαβῆναι τὸν Εὐφράτην.

7

.

1

.

11

οὐκ ἐσμὲν οὖν οἱ δύο μόνοι, τοσούτους δὲ ἔχομεν συμμάχους ὅσους ὁ Αἰγύπτιος ἄγει, τοσαῦτα ὅπλα, τοσαῦτα χρήματα, τοσαύτας τριή‐ ρεις. χρησώμεθα ἀλλοτρίᾳ δυνάμει πρὸς τὴν ὑπὲρ ἑαυτῶν ἄμυναν.” οὔπω πᾶν εἴρητο ἔπος καὶ Χαιρέας ἀνεβόησε “σπεύδωμεν, ἀπίω‐
5μεν. δίκας ἐν τῷ πολέμῳ λήψομαι παρὰ τοῦ δικαστοῦ.”

7

.

2

.

1

Ταχέως τοίνυν ἐξορμήσαντες ἐδίωκον βασιλέα, προσποιούμενοι ἐθέλειν ἐκείνῳ συστρατεύεσθαι· διὰ γὰρ ταύτης τῆς προφάσεως ἤλπιζον ἀδεῶς διαβήσεσθαι τὸν Εὐφράτην. κατέλαβον δὲ τὴν στρα‐ τιὰν ἐπὶ τῷ ποταμῷ καὶ προσμίξαντες τοῖς ὀπισθοφύλαξιν ἠκολού‐

7

.

2

.

2

θουν. ἐπεὶ δὲ ἧκον εἰς Συρίαν, ηὐτομόλησαν πρὸς τὸν Αἰγύπτιον. λαβόντες δὲ αὐτοὺς οἱ φύλακες ἐξήταζον τίνες εἶεν· σχῆμα γὰρ πρεσβευτῶν οὐκ ἔχοντες ὑπωπτεύοντο κατάσκοποι μᾶλλον. ἔνθα καὶ παρεκινδύνευσαν, εἰ μὴ εἷς γέ τις Ἕλλην ἐκεῖ κατὰ τύχην εὑρεθεὶς
5συνῆκε τῆς φωνῆς· ἠξίουν δὲ ἄγεσθαι πρὸς τὸν βασιλέα, ὡς μέγα99

7

.

2

.

3

ὄφελος αὐτῷ κομίζοντες. ἐπεὶ δὲ ἤχθησαν, Χαιρέας εἶπεν “ἡμεῖς Ἕλληνές ἐσμεν Συρακόσιοι τῶν εὐπατριδῶν. οὗτος μὲν οὖν εἰς Βαβυλῶνα φίλος ἐμὸς ὢν ἦλθε δι’ ἐμέ, ἐγὼ δὲ διὰ γυναῖκα, τὴν Ἑρμοκράτους θυγατέρα, εἴ τινα Ἑρμοκράτην ἀκούεις στρατηγὸν

7

.

2

.

4

〈τὸν〉 Ἀθηναίους καταναυμαχήσαντα.” ἐπένευσεν ὁ Αἰγύπτιος, οὐδὲν γὰρ ἔθνος ἄπυστον ἦν τῆς Ἀθηναίων δυστυχίας, ἣν ἐδυστύχησαν ἐν τῷ πολέμῳ τῷ Σικελικῷ. “τετυράννηκε δὲ ἡμῶν Ἀρταξέρξης,” καὶ πάντα διηγήσαντο. “φέροντες οὖν ἑαυτοὺς δίδομέν σοι φίλους
5πιστούς, δύο τὰ προτρεπτικώτατα εἰς ἀνδρείαν ἔχοντες, θανάτου καὶ ἀμύνης ἔρωτα· ἤδη γὰρ ἐτεθνήκειν ὅσον ἐπὶ ταῖς συμφοραῖς, λοιπὸν δὲ ζῶ εἰς μόνον τὸ λυπῆσαι τὸν ἐχθρόν.
Μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”

7

.

2

.

5

ταῦτα ἀκούσας ὁ Αἰγύπτιος ἥσθη καὶ τὴν δεξιὰν ἐμβαλὼν “εἰς καιρὸν ἥκεις” φησίν, “ὦ νεανία, σεαυτῷ τε κἀμοί.” παραυτίκα μὲν οὖν αὐτοῖς ἐκέλευσεν ὅπλα δοθῆναι καὶ σκηνήν, μετ’ οὐ πολὺ δὲ καὶ ὁμοτράπεζον ἐποιήσατο Χαιρέαν, εἶτα καὶ σύμβουλον· ἐπεδείκνυτο
5γὰρ φρόνησίν τε καὶ θάρσος, μετὰ τούτων δὲ καὶ πίστιν, οἷα δὴ καὶ

7

.

2

.

6

φύσεως ἀγαθῆς καὶ παιδείας οὐκ ἀπρονόητος. ἐπήγειρε δὲ μᾶλλον αὐτὸν καὶ διαπρεπέστερον ἐποίησεν ἡ πρὸς βασιλέα φιλονεικία καὶ τὸ δεῖξαι θέλειν ὅτι οὐκ ἦν εὐκαταφρόνητος, ἀλλ’ ἄξιος τιμῆς. εὐθὺς οὖν ἔργον ἐπεδείξατο μέγα. τῷ μὲν Αἰγυπτίῳ τὰ μὲν ἄλλα
5προκεχωρήκει ῥᾳδίως καὶ κύριος ἐγεγόνει τῆς Κοίλης Συρίας ἐξ ἐπιδρο‐

7

.

2

.

7

μῆς, ὑποχείριος δὲ ἦν αὐτῷ καὶ Φοινίκη πλὴν Τύρου. Τύριοι δὲ φύσει γένος ἐστὶ μαχιμώτατον καὶ κλέος ἐπ’ ἀνδρείᾳ θέλουσι κεκτῆσθαι, μὴ δόξωσι καταισχύνειν τὸν Ἡρακλέα, φανερώτατον θεὸν παρ’ αὐτοῖς καὶ ᾧ μόνῳ σχεδὸν ἀνατεθείκασι τὴν πόλιν. θαρροῦσι δὲ καὶ

7

.

2

.

8

ὀχυρότητι τῆς οἰκήσεως. ἡ μὲν γὰρ πόλις ἐν θαλάσσῃ κατῴκισται, λεπτὴ δὲ εἴσοδος αὐτὴν συνάπτουσα τῇ γῇ κωλύει τὸ μὴ νῆσον εἶναι· ἔοικε δὲ νηὶ καθωρμισμένῃ καὶ ἐπὶ γῆς τεθεικυίᾳ τὴν ἐπιβά‐

7

.

2

.

9

θραν. πανταχόθεν οὖν αὐτοῖς τὸν πόλεμον ἀποκλεῖσαι ῥᾴδιον· τὴν μὲν πεζὴν στρατιὰν ἐκ τῆς θαλάσσης, ἀρκούσης αὐτῇ πύλης μιᾶς, τὸν δὲ ἐπίπλουν τῶν τριηρῶν τείχεσιν, ὀχυρῶς ᾠκοδομημένης τῆς πόλεως καὶ λιμέσι κλειομένης ὥσπερ οἰκίας.100

7

.

3

.

1

Πάντων οὖν τῶν πέριξ ἑαλωκότων μόνοι 〈οἱ〉 Τύριοι τῶν Αἰγυ‐ πτίων κατεφρόνουν, τὴν εὔνοιαν καὶ πίστιν τῷ Πέρσῃ φυλάττοντες. ἐπὶ τούτῳ δυσχεραίνων ὁ Αἰγύπτιος συνήγαγε βουλήν. τότε πρῶτον Χαιρέαν παρεκάλεσεν εἰς τὸ συμβούλιον καὶ ἔλεξεν ὧδε.

7

.

3

.

2

“Ἄνδρες σύμμαχοι, δούλους γὰρ οὐκ ἂν εἴποιμι τοὺς φίλους, ὁρᾶτε τὴν ἀπορίαν ὅτι ὥσπερ ναῦς ἐπὶ πολὺ εὐπλοήσασα ἐναντίῳ ἀνέμῳ λαμβανόμεθα καὶ Τύρος ἡ παγχάλεπος κατέχει σπεύδοντας ἡμᾶς· ἐπείγεται δὲ καὶ βασιλεύς, ὡς πυνθανόμεθα. τί οὖν χρὴ
5πράττειν; οὔτε γὰρ ἑλεῖν Τύρον ἔνεστιν, οὔτε ὑπερβῆναι, καθάπερ δὲ τεῖχος ἐν μέσῳ κειμένη τὴν Ἀσίαν ἡμῖν πᾶσαν ἀποκλείει. δοκεῖ δέ μοι τὴν ταχίστην ἐντεῦθεν ἀπιέναι, πρὶν ἢ τὴν Περσῶν δύναμιν

7

.

3

.

3

〈τοῖσ〉 Τυρίοις προσγενέσθαι. κίνδυνος δὲ καταληφθεῖσιν ἡμῖν ἐν τῇ πολεμίᾳ. τὸ δὲ Πηλούσιον ὀχυρόν, ἔνθα οὔτε Τυρίους οὔτε Μήδους οὔτε πάντας ἀνθρώπους ἐπιόντας δεδοίκαμεν· ψάμμος τε γὰρ ἀδιό‐ δευτος καὶ εἴσοδος ὀλίγη καὶ θάλασσα ἡμετέρα καὶ Νεῖλος Αἰγυ‐
5πτίους φιλῶν.” ταῦτα εἰπόντος λίαν εὐλαβῶς σιωπὴ πάντων ἐγένετο καὶ κατήφεια· μόνος δὲ Χαιρέας ἐτόλμησεν εἰπεῖν·

7

.

3

.

4

“Ὠ βασιλεῦ, σὺ γὰρ ἀληθῶς βασιλεύς, οὐχ ὁ Πέρσης, ὁ κάκι‐ στος ἀνθρώπων· λελύπηκάς με σκεπτόμενος περὶ φυγῆς ἐν ἐπινικίοις· νικῶμεν γάρ, ἂν θεοὶ θέλωσι, καὶ οὐ μόνον Τύρον ἕξομεν, ἀλλὰ καὶ Βαβυλῶνα. πολλὰ δὲ ἐν πολέμῳ καὶ [τὰ] ἐμπόδια γίνεται, πρὸς ἃ
5δεῖ μὴ παντάπασιν ἀποκνεῖν, ἀλλὰ ἐγχειρεῖν προβαλλομένους ἀεὶ τὴν

7

.

3

.

5

ἀγαθὴν ἐλπίδα. τούτους δὲ ἐγώ σοι τοὺς Τυρίους, τοὺς νῦν κατα‐ γελῶντας, γυμνοὺς ἐν πέδαις παραστήσω. εἰ δὲ ἀπιστεῖς, ἐμὲ προ‐ θυσάμενος ἀπέρχου· ζῶν γὰρ οὐ κοινωνήσω φυγῆς. ἂν δὲ καὶ πάντως θέλῃς, ὀλίγους ἐμοὶ κατάλιπε τοὺς ἑκουσίως μενοῦντας·
5νῶι δ’, ἐγὼ Πολύχαρμός τε μαχησόμεθα·
... σὺν γὰρ θεῷ εἰλήλουθμεν.”

7

.

3

.

6

ᾘδέσθησαν πάντες μὴ συγκαταθέσθαι τῇ Χαιρέου γνώμῃ· βασι‐
λεὺς δὲ θαυμάσας αὐτοῦ τὸ φρόνημα συνεχώρησεν ὁπόσον βούλεται τῆς στρατιᾶς ἐπίλεκτον λαβεῖν. ὁ δὲ οὐκ εὐθὺς εἵλετο, ἀλλὰ κατα‐ μίξας ἑαυτὸν εἰς τὸ στρατόπεδον καὶ Πολύχαρμον κελεύσας τὸ αὐτό,101

7

.

3

.

7

πρῶτον ἀνηρεύνα εἴ τινες εἶεν Ἕλληνες ἐν τῷ στρατοπέδῳ. πλείο‐ νες μὲν οὖν εὑρέθησαν οἱ μισθοφοροῦντες, ἐξελέξατο δὲ Λακεδαι‐ μονίους καὶ Κορινθίους καὶ τοὺς ἄλλους Πελοποννησίους· εὗρε δὲ καὶ ὡς εἴκοσι Σικελιώτας. ποιήσας οὖν τριακοσίους τὸν ἀριθμὸν
5ἔλεξεν ὧδε·

7

.

3

.

8

“Ἄνδρες Ἕλληνες, ἐμοὶ τοῦ βασιλέως ἐξουσίαν παρασχόντος ἐπιλέξασθαι τῆς στρατιᾶς τοὺς ἀρίστους, εἱλόμην ὑμᾶς· καὶ γὰρ αὐτὸς Ἕλλην εἰμί, Συρακόσιος, γένος Δωριεύς. δεῖ δὲ ἡμᾶς μὴ

7

.

3

.

9

μόνον εὐγενείᾳ τῶν ἄλλων ἀλλὰ καὶ ἀρετῇ διαφέρειν. μηδεὶς οὖν καταπλαγῇ τὴν πρᾶξιν ἐφ’ ἣν ὑμᾶς παρακαλῶ, καὶ γὰρ δυνατὴν εὑρήσομεν καὶ ῥᾳδίαν, δόξῃ μᾶλλον ἢ πείρᾳ δύσκολον. Ἕλληνες ἐν Θερμοπύλαις τοσοῦτοι Ξέρξην ὑπέστησαν. Τύριοι δὲ οὐκ εἰσὶ
5πεντακόσιαι μυριάδες, ἀλλὰ ὀλίγοι καὶ καταφρονήσει μετ’ ἀλαζο‐

7

.

3

.

10

νείας, οὐ φρονήματι μετ’ εὐβουλίας χρώμενοι. γνώτωσαν οὖν πόσον Ἕλληνες Φοινίκων διαφέρουσιν. ἐγὼ δὲ οὐκ ἐπιθυμῶ στρατηγίας, ἀλλ’ ἕτοιμος ἀκολουθεῖν ὅστις ἂν ὑμῶν ἄρχειν θέλῃ· πειθόμενόν 〈με〉 γὰρ εὑρήσει, ἐπεὶ καὶ δόξης οὐκ ἐμῆς ἀλλὰ κοινῆς ὀρέγομαι.” πάντες
5ἐπεβόησαν “σὺ στρατήγει.”

7

.

3

.

11

“Βουλομένων,” ἔφη “στρατηγῶ καὶ τὴν ἀρχήν μοι ὑμεῖς δεδώ‐ κατε· διὰ τοῦτο πειράσομαι πάντα πράττειν, ὥστε ὑμᾶς μὴ μετα‐ νοεῖν τὴν πρὸς ἐμὲ εὔνοιάν τε καὶ πίστιν ᾑρημένους. ἀλλ’ ἔν τε τῷ παρόντι σὺν θεοῖς ἔνδοξοι καὶ περίβλεπτοι γενήσεσθε καὶ πλουσιώ‐
5τατοι τῶν συμμάχων, εἴς τε τὸ μέλλον ὄνομα καταλείψετε τῆς ἀρετῆς ἀθάνατον καὶ πάντες, ὡς ὑμνήσουσι τοὺς μετὰ Μιλτιάδου ἢ τοὺς μετὰ Λεωνίδου τριακοσίους, οὕτως καὶ τοὺς μετὰ Χαιρέου ἀνευφημήσουσιν. ἔτι λέγοντος πάντες ἀνέκραγον “ἡγοῦ,” καὶ πάντες ὥρμησαν ἐπὶ τὰ ὅπλα.

7

.

4

.

1

Κοσμήσας δὲ αὐτοὺς ὁ Χαιρέας ταῖς καλλίσταις πανοπλίαις ἤγαγεν ἐπὶ τὴν βασιλέως σκηνήν. ἰδὼν δὲ ὁ Αἰγύπτιος ἐθαύμασε καὶ ἄλλους ὁρᾶν ὑπελάμβανεν, οὐ τοὺς συνήθεις, ἐπηγγείλατο δὲ102

7

.

4

.

2

αὐτοῖς μεγάλας δωρεάς. “ταῦτα μὲν” ἔφη Χαιρέας “πιστεύομεν· σὺ δὲ ἔχε τὴν ἄλλην στρατιὰν ἐν τοῖς ὅπλοις καὶ μὴ πρότερον ἐπέλθῃς τῇ Τύρῳ, πρὶν κρατήσωμεν αὐτῆς καὶ ἀναβάντες ἐπὶ τὰ τείχη καλέσωμεν ὑμᾶς.” “οὕτως” ἔφη “ποιήσειαν οἱ θεοί.”

7

.

4

.

3

συνεσπειραμένους οὖν ὁ Χαιρέας ἐκείνους ἤγαγεν ἐπὶ τὴν Τύρον, ὥστε πολὺ ἐλάττονας δόξαι· ὡς καὶ ἀληθῶς
ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ. καὶ τὸ μὲν πρῶτον οὐδὲ καθεωρῶντο ὑπὸ τῶν πολεμίων· ὡς δ’ ἐγγὺς
5ἦσαν, βλέποντες αὐτοὺς 〈οἱ〉 ἀπὸ τῶν τειχῶν ἐσήμαινον τοῖς ἔνδον, πάν‐

7

.

4

.

4

τα μᾶλλον 〈ἢ〉 πολεμίους εἶναι προσδοκῶντες. τίς γὰρ ἂν καὶ προσε‐ δόκησε τοσούτους ὄντας ἐπὶ τὴν δυνατωτάτην πόλιν παραγίνεσθαι, πρὸς ἣν οὐδέποτε ἐθάρρησεν ἐλθεῖν οὐδὲ πᾶσα ἡ τῶν Αἰγυπτίων δύναμις; ἐπεὶ δὲ τοῖς τείχεσιν ἐπλησίαζον, ἐπυνθάνοντο τίνες εἶεν

7

.

4

.

5

καὶ τί βούλοιντο. Χαιρέας δὲ ἀπεκρίνατο “ἡμεῖς Ἕλληνες μισθο‐ φόροι παρὰ τοῦ Αἰγυπτίου τὸν μισθὸν οὐκ ἀπολαμβάνοντες ἀλλὰ καὶ ἐπιβουλευθέντες ἀπολέσθαι πάρεσμεν πρὸς ὑμᾶς, μεθ’ ὑμῶν ἀμύνεσθαι

7

.

4

.

6

θέλοντες τὸν κοινὸν ἐχθρόν.” ἐμήνυσέ τις ταῦτα τοῖς ἔνδον καὶ ἀνοίξας τὰς πύλας προῆλθεν ὁ στρατηγὸς μετ’ ὀλίγων. τοῦτον πρῶτον Χαιρέας ἀποκτείνας ὥρμησεν ἐπὶ τοὺς ἄλλους,
τύπτε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ’ ἀεικής.
5ἄλλος δὲ ἄλλον ἐφόνευεν, ὥσπερ λέοντες εἰς ἀγέλην βοῶν ἐμπε‐ σόντες ἀφύλακτον· οἰμωγὴ δὲ καὶ θρῆνος κατεῖχε τὴν πόλιν ἅπασαν,

7

.

4

.

7

ὀλίγων μὲν τὸ γινόμενον ὁρώντων, πάντων δὲ θορυβουμένων. καὶ ὄχλος ἄτακτος ἐξεχεῖτο διὰ τῆς πύλης, βουλόμενος θεάσασθαι τὸ

7

.

4

.

8

συμβεβηκός. τοῦτο μάλιστα τοὺς Τυρίους ἀπώλεσεν. οἱ μὲν γὰρ ἔνδοθεν ἐξελθεῖν ἐβιάζοντο, οἱ δὲ ἔξω παιόμενοι καὶ κεντούμενοι ξίφεσι καὶ λόγχαις εἴσω πάλιν ἔφευγον, ἀπαντῶντες δὲ ἀλλήλοις ἐν στενοχωρίᾳ πολλὴν ἐξουσίαν παρεῖχον τοῖς φονεύουσιν. οὔκουν οὐδὲ
5τὰς πύλας δυνατὸν ἦν κλεῖσαι, σεσωρευμένων ἐν αὐταῖς τῶν νεκρῶν.103

7

.

4

.

9

Ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ μόνος ἐσωφρόνησε Χαιρέας· βιασάμενος γὰρ τοὺς ἀπαντῶντας καὶ εἴσω τῶν πυλῶν γενόμενος ἀνεπήδησεν ἐπὶ τὰ τείχη δέκατος αὐτὸς καὶ ἄνωθεν ἐσήμαινε καλῶν τοὺς Αἰγυπτίους. οἱ δὲ λόγου θᾶττον παρῆσαν καὶ Τύρος ἑαλώκει.

7

.

4

.

10

Τύρου δὲ ἁλούσης οἱ μὲν ἄλλοι πάντες ἑώρταζον, μόνος δὲ Χαιρέας οὔτε ἔθυσεν οὔτε ἐστεφανώσατο. “τί γάρ μοι ὄφελος ἐπινικίων, ἂν σύ, Καλλιρόη, μὴ βλέπῃς; οὐκέτι στεφανώσομαι μετ’ ἐκείνην τὴν γαμήλιον νύκτα. εἴτε γὰρ τέθνηκας, ἀσεβῶ, εἴτε καὶ ζῇς, πῶς ἑορτά‐
5ζειν δύναμαι δίχα σοῦ κατακείμενος, κἂν ἐν τοιούτοις;”

7

.

4

.

11

Βασιλεὺς δὲ ὁ Περσῶν διαβὰς τὸν Εὐφράτην ἔσπευδεν ὡς τάχιστα τοῖς πολεμίοις συμμίξαι. πυθόμενος γὰρ Τύρον ἑαλωκέναι περὶ Σιδῶνος ἐφοβεῖτο καὶ τῆς ὅλης Συρίας, ὁρῶν τὸν πολέμιον

7

.

4

.

12

ἀντίπαλον ἤδη. διὰ τοῦτο ἔδοξεν αὐτῷ μηκέτι μετὰ πάσης τῆς θεραπείας ὁδεύειν, ἀλλὰ εὐζωνότερον, ἵνα μηδὲν ἐμπόδιον ᾖ τῷ τάχει. παραλαβὼν δὲ τῆς στρατιᾶς τὸ καθαρώτατον τὴν ἄχρηστον ἡλικίαν αὐτοῦ κατέλιπε μετὰ τῆς βασιλίδος καὶ τὰ χρήματα καὶ τὰς

7

.

4

.

13

ἐσθῆτας καὶ τὸν πλοῦτον τὸν βασιλικόν. ἐπεὶ δὲ πάντα θορύβου καὶ ταραχῆς ἐπέπληστο καὶ μέχρις Εὐφράτου τὰς πόλεις κατειλήφει ὁ πόλεμος, ἔδοξεν ἀσφαλέστερον εἶναι τοὺς καταλειπομένους εἰς Ἄραδον ἀποθέσθαι.

7

.

5

.

1

Νῦσος δέ ἐστιν αὕτη ἀπέχουσα τῆς ἠπείρου σταδίους τριάκοντα, παλαιὸν ἱερὸν ἔχουσα Ἀφροδίτης. ὥσπερ οὖν ἐν οἰκίᾳ, μετὰ πάσης

7

.

5

.

2

ἀδείας αἱ γυναῖκες ἐνταῦθα διῆγον. θεασαμένη δὲ Καλλιρόη τὴν Ἀφροδίτην, στᾶσα καταντικρὺ τὸ μὲν πρῶτον ἐσιώπα καὶ ἔκλαιεν, ὀνειδίζουσα τῇ θεῷ τὰ δάκρυα· μόλις δὲ ὑπεφθέγξατο “ἰδοὺ καὶ Ἄραδος, μικρὰ νῆσος ἀντὶ τῆς μεγάλης Σικελίας καὶ οὐδεὶς ἐνταῦθα

7

.

5

.

3

ἐμός. ἀρκεῖ, δέσποινα. μέχρι ποῦ με πολεμεῖς; εἰ καὶ ὅλως σοι προσέκρουσα, τετιμώρησαί με· εἰ καὶ νεμεσητὸν ἔδοξέ σοι τὸ δυστυχὲς κάλλος, ὀλέθρου μοι γέγονεν αἴτιον. ὃ μόνον ἔλιπέ μου

7

.

5

.

4

ταῖς συμφοραῖς, ἤδη καὶ πολέμου πεπείραμαι. πρὸς τὴν σύγκρισιν τῶν παρόντων ἦν μοι καὶ Βαβυλὼν φιλάνθρωπος. ἐγγὺς ἐκεῖ Χαιρέας ἦν. νῦν δὲ πάντως τέθνηκεν· ἐμοῦ γὰρ ἐξελθούσης οὐκ ἂν ἔζησεν. ἀλλ’

7

.

5

.

5

οὐκ ἔχω παρὰ τίνος πύθωμαι τί γέγονε. πάντες ἀλλότριοι, πάντες
βάρβαροι, φθονοῦντες, μισοῦντες, τῶν δὲ μισούντων χείρονες οἱ φιλοῦντες. σύ μοι, δέσποινα, δήλωσον εἰ Χαιρέας ζῇ.” ταῦτα λέγουσα ἔτι ἀπῄει. † ἐπιστᾶσα † δὲ Ῥοδογούνη, Ζωπύρου μὲν104
5θυγάτηρ, γυνὴ δὲ Μεγαβύζου, καὶ πατρὸς καὶ ἀνδρὸς Περσῶν ἀρίστων. αὕτη δὲ ἦν 〈ἡ〉 Καλλιρόῃ ἀπαντήσασα πρώτη Περσίδων, ὅτε εἰς Βαβυλῶνα εἰσῄει.

7

.

5

.

6

Ὁ δὲ Αἰγύπτιος ἐπειδήπερ ἤκουσε βασιλέα πλησίον ὄντα καὶ παρεσκευασμένον κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλέσας Χαιρέαν εἶπε “τὰ μὲν πρῶτά σου τῶν κατορθωμάτων ἀμείψασθαι καιρὸν οὐκ ἔσχον· σὺ γάρ μοι Τύρον ἔδωκας· περὶ δὲ τῶν ἑξῆς παρακαλῶ, μὴ

7

.

5

.

7

ἀπολέσωμεν ἕτοιμα ἀγαθά, ὧν κοινωνόν σε ποιήσομαι. ἐμοὶ μὲν γὰρ ἀρκεῖ Αἴγυπτος, σοὶ δὲ γενήσεται κτῆμα Συρία. φέρ’ οὖν σκεψώμεθα τί ποιητέον· ἐν ἀμφοτέροις γὰρ τοῖς στοιχείοις ὁ πόλεμος ἀκμάζει. σοὶ δὲ ἐπιτρέπω τὴν αἵρεσιν, εἴτε τῆς πεζῆς θέλεις στρα‐

7

.

5

.

8

τηγεῖν εἴτε τῆς ναυτικῆς δυνάμεως. οἴομαι δὲ οἰκειότερόν σοι εἶναι τὴν θάλασσαν· ὑμεῖς γὰρ οἱ Συρακόσιοι καὶ Ἀθηναίους κατεναυμα‐ χήσατε. σήμερον δὲ ἀγών ἐστί σοι πρὸς Πέρσας τοὺς ὑπὸ Ἀθηναίων νενικημένους. ἔχεις τριήρεις Αἰγυπτίας, μείζονας καὶ πλείονας τῶν
5Σικελικῶν· μίμησαι τὸν κηδεστὴν Ἑρμοκράτην ἐν τῇ θαλάσσῃ.” Χαιρέας δὲ ἀπεκρίνατο “πᾶς ἐμοὶ κίνδυνος ἡδύς· ὑπὲρ σοῦ δὲ ἀνα‐

7

.

5

.

9

δέξομαι τὸν πόλεμον καὶ πρὸς τὸν ἔχθιστον ἐμοὶ βασιλέα. δὸς δέ μοι μετὰ τῶν τριηρῶν καὶ τοὺς τριακοσίους τοὺς ἐμούς.” “ἔχε” φησὶ “καὶ τούτους καὶ ἄλλους, ὅσους ἂν θέλῃς.” καὶ εὐθὺς ἔργον ἐγένετο ὁ λόγος· κατήπειγε γὰρ ἡ χρεία. καὶ ὁ μὲν Αἰγύπτιος ἔχων
5τὴν πεζὴν στρατιὰν ἀπηντᾶτο τοῖς πολεμίοις, ὁ δὲ Χαιρέας ναύαρχος

7

.

5

.

10

ἀπεδείχθη. τοῦτο πρῶτον μὲν ἀθυμοτέρους ἐποίησε τοὺς πεζούς, ὅτι μετ’ αὐτῶν οὐκ ἐστρατεύσατο Χαιρέας, καὶ γὰρ ἐφίλουν αὐτὸν ἤδη καὶ ἀγαθὰς εἶχον ἐλπίδας ἐκείνου στρατηγοῦντος· ἔδοξεν οὖν ὥσπερ

7

.

5

.

11

ὀφθαλμὸς ἐξῃρῆσθαι μεγάλου σώματος. τὸ δὲ ναυτικὸν ἐπήρθη ταῖς ἐλπίσι καὶ φρονήματος ἐνεπλήσθησαν, ὅτι τὸν ἀνδρειότατον καὶ κάλλιστον εἶχον ἡγούμενον. ὀλίγον τε ἐπενόουν οὐδέν, ἀλλὰ
ὥρμηντο καὶ τριήραρχοι καὶ κυβερνῆται καὶ ναῦται καὶ στρατιῶται105

7

.

5

.

12

πάντες ὁμοίως, τίς προθυμίαν ἐπιδείξεται Χαιρέᾳ πρῶτος. τῆς δὲ αὐτῆς ἡμέρας καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἡ μάχη συνήφθη. χρόνον μὲν οὖν πολὺν πολὺν ἀντέσχεν ἡ πεζὴ στρατιὰ τῶν Αἰγυπτίων Μήδοις τε καὶ Πέρσαις, εἶτα πλήθει βιασθέντες ἐνέδωκαν. καὶ
5βασιλεὺς δὲ ἐφίππευσε διώκων. σπουδὴ δὲ ἦν τοῦ Αἰγυπτίου κατα‐ φυγεῖν εἰς Πηλούσιον, τοῦ δὲ Πέρσου θᾶττον καταλαβεῖν· τάχα δ’ ἂν

7

.

5

.

13

καὶ διέφυγεν, εἰ μὴ Διονύσιος ἔργον θαυμαστὸν ἐπεδείξατο. καὶ ἐν τῇ συμβολῇ ἠγωνίσατο λαμπρῶς, ἀεὶ μαχόμενος πλησίον βασιλέως, ἵνα αὐτὸν βλέπῃ, καὶ πρῶτος ἐτρέψατο τοὺς καθ’ αὑτόν· τότε δὲ τῆς φυγῆς μακρᾶς οὔσης καὶ συνεχοῦς ἡμέραις τε καὶ νυξίν, ὁρῶν ἐπὶ
5τούτοις λυπούμενον βασιλέα “μὴ λυποῦ” φησίν, “ὦ δέσποτα· κωλύσω γὰρ ἐγὼ τὸν Αἰγύπτιον διαφυγεῖν, ἄν μοι δῷς ἱππεῖς

7

.

5

.

14

ἐπιλέκτους.” ἐπῄνεσε βασιλεὺς καὶ δίδωσιν· ὁ δὲ πεντακισχιλίους λαβὼν συνῆψε σταθμοὺς δύο ἡμέρᾳ μιᾷ, καὶ νυκτὸς ἐπιπεσὼν τοῖς Αἰγυπτίοις ἀπροσδόκητος πολλοὺς μὲν ἐζώγρησε, πλείονας δὲ ἀπέ‐ κτεινεν. ὁ δὲ Αἰγύπτιος ζῶν καταλαμβανόμενος ἀπέσφαξεν ἑαυτὸν

7

.

5

.

15

καὶ Διονύσιος τὴν κεφαλὴν ἐκόμισε πρὸς βασιλέα. θεασάμενος δὲ ἐκεῖνος “ἀναγράφω σε” εἶπεν “εὐεργέτην εἰς τὸν οἶκον τὸν ἐμὸν καὶ ἤδη σοι δίδωμι δῶρον τὸ ἥδιστον, οὗ μάλιστα πάντων αὐτὸς ἐπιθυμεῖς, Καλλιρόην γυναῖκα. κέκρικε τὴν δίκην ὁ πόλεμος. ἔχεις
5τὸ κάλλιστον ἆθλον τῆς ἀριστείας.” Διονύσιος δὲ προσεκύνησε καὶ ἰσόθεον ἔδοξεν ἑαυτόν, πεπεισμένος ὅτι βεβαίως ἤδη Καλλιρόης ἀνήρ ἐστι.

7

.

6

.

1

Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο· ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν· οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἳ μὲν εὐθὺς ἀνετράπησαν, ἃς δὲ καὶ
5πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους· ἐνεπλήσθη δὲ ἡ

7

.

6

.

2

θάλασσα ναυαγίων Μηδικῶν. ἀλλ’ οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. ἐκείνης οὖν
τῆς ἡμέρας ἧς ἐναυμάχησε καταπλεύσας εἰς Ἄραδον ὁ Χαιρέας τὴν106
5μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν· ... ὡς

7

.

6

.

3

αὐτοὺς ἀποδώσοντας λόγον τῷ δεσπότῃ. κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν.

7

.

6

.

4

τοὺς δ’ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν ᾧ συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο· πεπεισμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ
5ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν.

7

.

6

.

5

Ἡ νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν· ἡ δὲ
5Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρόης ἔκλαιεν· ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος

7

.

6

.

6

κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα. συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκή‐ ματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τὸ ὄνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελ‐

7

.

6

.

7

θεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ “θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ ...”
5 ”... γυναῖκα ποιήσεται· φύσει γάρ ἐστι φιλογύναιος.” ταῦτα ἀκούσασα ἡ Καλλιρόη μέγα ἀνεκώκυσε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. φόνευσόν με μᾶλλον ἢ

7

.

6

.

8

ταῦτα ἐπαγγέλλου. γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι. κεντείτω‐ σαν καὶ καέτωσαν· ἐντεῦθεν οὐκ ἀναστήσομαι· τάφος ἐμός ἐστιν
οὗτος ὁ τόπος. εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός,107

7

.

6

.

9

ταύτην μοι δότω τὴν χάριν· ἐνταῦθά με ἀποκτεινάτω.” δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, ἡ δ’ οὐκ ἀνίστατο, ἀλλὰ συγκεκα‐ λυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε· βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν
5οὐκ ἐδύνατο. διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός.

7

.

6

.

10

ὁ δὲ ἰδὼν “τοῦτο ἄλλο” φησὶν “ἦν. κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων; ἀλλ’ οὐ χαίροντες αὐτὸ πράξουσιν.” ὡς οὖν εἶπεν ὁ Αἰγύπτιος “οὐδεμία γέγονε κάκη, δέσποτα· τὴν γὰρ γυναῖκα, ἣν εὗρον 〈ὡσ〉 ἐν Πλαταιαῖς τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ’ ἔρριπται
5χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη.” γελάσας ὁ Χαιρέας εἶπεν “ὦ πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶ‐

7

.

6

.

11

σθαι δοκῇ; σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.” “οὒ” ἔφη, “δέσποτα· πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον, καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα· ἡ δὲ πρὸς τοῦτο

7

.

6

.

12

μάλιστα ἠγανάκτησεν.” ὁ δὲ Χαιρέας “ἐπαφρόδιτος ἄρα” φησὶν “εἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. ἔοικε δὲ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται· πρέπει γάρ μοι
5σωφροσύνην τιμᾶν. καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.”
5

8

.

1

.

1

Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρόην Διονυσίῳ παραδε‐ δόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν
5θεραπείαν ἀπέθετο καὶ Καλλιρόην, ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται.

8

.

1

.

2

ἔμελλε δὲ ἔργον ἡ Τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ
σκυθρωπόν, ἵνα ἔχων Καλλιρόην Χαιρέας ἀγνοήσῃ καὶ τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ,108

8

.

1

.

3

λάφυρον δὲ τοῖς ἑαυτοῦ πολεμίοις. ἀλλὰ ἔδοξέ τι δεινὸν Ἀφροδίτῃ· ἤδη γὰρ αὐτῷ διηλλάττετο, πρότερον ὀργισθεῖσα χαλεπῶς διὰ τὴν ἄκαιρον ζηλοτυπίαν, ὅτι δῶρον παρ’ αὐτῆς λαβὼν τὸ κάλλιστον, οἷον οὐδὲ Ἀλέξανδρος ὁ Πάρις, ὕβρισεν εἰς τὴν χάριν. ἐπεὶ δὲ καλῶς
5ἀπελογήσατο τῷ Ἔρωτι Χαιρέας ἀπὸ δύσεως εἰς ἀνατολὰς διὰ μυρίων παθῶν πλανηθείς, ἠλέησεν αὐτὸν Ἀφροδίτη καὶ ὅπερ ἐξ ἀρχῆς δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος, γυμνάσασα διὰ γῆς καὶ θαλάσσης,

8

.

1

.

4

πάλιν ἠθέλησεν ἀποδοῦναι. νομίζω δὲ καὶ τὸ τελευταῖον τοῦτο σύγγραμμα τοῖς ἀναγινώσκουσιν ἥδιστον γενήσεσθαι· καθάρσιον γάρ ἐστι τῶν ἐν τοῖς πρώτοις σκυθρωπῶν. οὐκέτι λῃστεία καὶ δουλεία καὶ δίκη καὶ μάχη καὶ ἀποκαρτέρησις καὶ πόλεμος καὶ ἅλωσις, ἀλλὰ

8

.

1

.

5

ἔρωτες δίκαιοι ἐν τούτῳ 〈καὶ〉 νόμιμοι γάμοι. πῶς οὖν ἡ θεὸς ἐφώτισε τὴν ἀλήθειαν καὶ τοὺς ἀγνοουμένους ἔδειξεν ἀλλήλοις λέξω. Ἑσπέρα μὲν ἦν, ἔτι δὲ πολλὰ τῶν αἰχμαλώτων κατελέλειπτο. κεκμηκὼς οὖν ὁ Χαιρέας ἀνίσταται, ἵνα διατάξηται τὰ πρὸς τὸν

8

.

1

.

6

πλοῦν. παριόντι δὲ αὐτῷ τὴν ἀγορὰν ὁ Αἰγύπτιος ἔλεξεν “ἐνταῦθά ἐστιν ἡ γυνή, δέσποτα, ἡ μὴ βουλομένη προσελθεῖν, ἀλλὰ ἀποκαρτε‐ ροῦσα· τάχα δὲ σὺ πείσεις αὐτὴν ἀναστῆναι· τί γάρ σε δεῖ καταλεί‐ πειν τὸ κάλλιστον τῶν λαφύρων;” συνεπελάβετο καὶ Πολύχαρμος
5τοῦ λόγου, βουλόμενος ἐμβαλεῖν αὐτόν, εἴ πως δύναιτο, εἰς ἔρωτα καινὸν καὶ Καλλιρόης παραμύθιον. “εἰσέλθωμεν” ἔφη, “Χαιρέα.”

8

.

1

.

7

ὑπερβὰς οὖν τὸν οὐδὸν καὶ θεασάμενος ἐρριμμένην καὶ ἐγκεκαλυμ‐ μένην εὐθὺς ἐκ τῆς ἀναπνοῆς καὶ τοῦ σχήματος ἐταράχθη τὴν ψυχὴν καὶ μετέωρος ἐγένετο· πάντως δ’ ἂν καὶ ἐγνώρισεν, εἰ 〈μὴ〉 σφόδρα

8

.

1

.

8

πέπειστο Καλλιρόην ἀπειληφέναι Διονύσιον. ἠρέμα δὲ προσελθὼν “θάρρει” φησίν, “ὦ γύναι, ἥτις ἂν ᾖς, οὐ γάρ σε βιασόμεθα· ἕξεις δὲ ἄνδρα, ὃν θέλεις.” ἔτι λέγοντος ἡ Καλλιρόη γνωρίσασα
τὴν φωνὴν ἀπεκαλύψατο καὶ ἀμφότεροι συνεβόησαν “Χαιρέα,”109
5“Καλλιρόη.” περιχυθέντες δὲ ἀλλήλοις, λιποψυχήσαντες ἔπεσον.

8

.

1

.

9

ἄφωνος δὲ καὶ Πολύχαρμος τὸ πρῶτον εἱστήκει πρὸς τὸ παράδοξον, χρόνου δὲ προϊόντος “ἀνάστητε” εἶπεν, “ἀπειλήφατε ἀλλήλους· πεπληρώκασιν οἱ θεοὶ τὰς ἀμφοτέρων εὐχάς. μέμνησθε δὲ ὅτι οὐκ ἐν πατρίδι ἐστέ, ἀλλ’ ἐν πολεμίᾳ γῇ, καὶ δεῖ ταῦτα πρότερον οἰκονο‐

8

.

1

.

10

μῆσαι καλῶς, ἵνα μηδεὶς ἔτι ὑμᾶς διαχωρίσῃ.” τοιαῦτα ἐμβοῶντος, ὥσπερ τινὲς ἐν φρέατι βαθεῖ βεβαπτισμένοι μόλις ἄνωθεν φωνὴν ἀκούσαντες, βραδέως ἀνήνεγκαν, εἶτα ἰδόντες ἀλλήλους καὶ καταφι‐ λήσαντες πάλιν παρείθησαν καὶ δεύτερον καὶ τρίτον τοῦτο ἔπραξαν,
5μίαν φωνὴν ἀφιέντες “ἔχω σε, εἰ ἀληθῶς εἶ Καλλιρόη· εἰ ἀληθῶς εἶ Χαιρέας.”

8

.

1

.

11

Φήμη δὲ διέτρεχεν ὅτι ὁ ναύαρχος εὕρηκε τὴν γυναῖκα. οὐ στρατιώτης ἔμεινεν ἐν σκηνῇ, οὐ ναύτης ἐν τριήρει, οὐ θυρωρὸς ἐν οἰκίᾳ· πανταχόθεν συνέτρεχον λαλοῦντες “ὢ γυναικὸς μακαρίας, εἴληφε τὸν εὐμορφότατον ἄνδρα.” Καλλιρόης δὲ φανείσης οὐδεὶς
5ἔτι Χαιρέαν ἐπῄνεσεν, ἀλλ’ εἰς ἐκείνην πάντες ἀφεώρων, ὡς μόνην

8

.

1

.

12

οὖσαν. ἐβάδιζε δὲ σοβαρά, Χαιρέου καὶ Πολυχάρμου μέσην αὐτὴν δορυφορούντων. ἄνθη καὶ στεφάνους ἐπέβαλλον αὐτοῖς, καὶ οἶνος καὶ μύρα πρὸ τῶν ποδῶν ἐχεῖτο, καὶ πολέμου καὶ εἰρήνης ἦν ὁμοῦ τὰ ἥδιστα, ἐπινίκια καὶ γάμοι.

8

.

1

.

13

Χαιρέας δὲ εἴθιστο μὲν ἐν τριήρει καθεύδειν καὶ νυκτὸς καὶ μεθ’ ἡμέραν πολλὰ πράττων· τότε δὲ Πολυχάρμῳ πάντα ἐπιτρέψας, αὐτὸς οὐδὲ νύκτα περιμείνας εἰσῆλθεν εἰς τὸν θάλαμον τὸν βασιλικόν· καθ’ ἑκάστην γὰρ πόλιν οἶκος ἐξαίρετος ἀποδέδεικται τῷ μεγάλῳ

8

.

1

.

14

βασιλεῖ. κλίνη μὲν ἔκειτο χρυσήλατος, στρωμνὴ δὲ Τυρία πορφυρᾶ, ὕφασμα Βαβυλώνιον. τίς ἂν φράσῃ τὴν νύκτα ἐκείνην πόσων διηγημάτων μεστή, πόσων δὲ δακρύων ὁμοῦ καὶ φιλημάτων; πρώτη μὲν ἤρξατο Καλλιρόη διηγεῖσθαι, πῶς ἀνέζησεν ἐν τῷ τάφῳ, πῶς

8

.

1

.

15

ὑπὸ Θήρωνος ἐξήχθη, πῶς ἔπλευσε, πῶς ἐπράθη. μέχρι τούτων Χαιρέας ἀκούων ἔκλαεν· ἐπεὶ δὲ ἧκεν εἰς Μίλητον τῷ λόγῳ, Καλ‐ λιρόη μὲν ἐσιώπησεν αἰδουμένη, Χαιρέας δὲ τῆς ἐμφύτου ζηλοτυπίας ἀνεμνήσθη, παρηγόρησε δὲ αὐτὸν τὸ περὶ τοῦ τέκνου διήγημα. πρὶν
5δὲ πάντα ἀκοῦσαι, “λέγε μοι” φησὶ “πῶς εἰς Ἄραδον ἦλθες καὶ ποῦ Διονύσιον καταλέλοιπας καὶ τί σοι πέπρακται πρὸς βασιλέα.”110

8

.

1

.

16

ἡ δ’ εὐθὺς ἀπώμνυτο μὴ ἑωρακέναι Διονύσιον μετὰ τὴν δίκην· βασιλέα δὲ ἐρᾶν μὲν αὐτῆς, μὴ κεκοινωνηκέναι δὲ αὐτῷ μηδὲ μέχρι φιλήματος. “ἄδικος οὖν” ἔφη Χαιρέας “ἐγὼ καὶ ὀξὺς εἰς ὀργήν, τηλικαῦτα δεινὰ διατεθεικὼς βασιλέα μηδὲν ἀδικοῦντά σε· σοῦ γὰρ

8

.

1

.

17

ἀπαλλαγεὶς εἰς ἀνάγκην κατέστην αὐτομολίας. ἀλλ’ οὐ κατῄσχυνά σε· πεπλήρωκα γῆν καὶ θάλασσαν τροπαίων.” καὶ πάντα ἀκριβῶς διηγήσατο, ἐναβρυνόμενος τοῖς κατορθώμασιν. ἐπεὶ δὲ ἅλις ἦν δακρύων καὶ διηγημάτων, περιπλακέντες ἀλλήλοις
5ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.

8

.

2

.

1

Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι

8

.

2

.

2

εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν ὑπὲρ ἧς ἀφῖκται. καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας

8

.

2

.

3

“κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος, ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ
5λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω πάρεστι· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντὸς ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ τῆς Στατείρας τῆς γυναικός.”

8

.

2

.

4

Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρόη δὲ αὐτοῦ λαβομένη “ποῦ σπεύδεις” εἶπε “πρὶν βουλεύσασθαι περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι

8

.

2

.

5

πεισόμεθα τῶν πρώτων βαρύτερα.” ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. κρατῶν γὰρ τῆς χειρὸς τὸν
Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρες” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν τὴν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια111
5ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”

8

.

2

.

6

Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθει‐ μένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ καταλέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ

8

.

2

.

7

ἄχρηστον. ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν πεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχαις διέδωκεν ἐπὶ Κύπρου κρατεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον
5οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.

8

.

2

.

8

ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς κήρυκας εἰρήνην καὶ σπονδὰς τοῖς ἐπι‐ χωρίοις καταγγεῖλαι. δεξαμένων δὲ αὐτῶν ἐξεβίβασε τὴν δύναμιν ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε· πολλῶν δὲ

8

.

2

.

9

ἱερείων συναχθέντων εἱστίασε τὴν στρατιάν. σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς ἀπήγγειλαν οἱ ἱερεῖς (οἱ αὐτοὶ δέ εἰσι καὶ μάντεις) ὅτι καλὰ γέγονε τὰ ἰερά. τότε οὖν θαρρήσας ἐκάλεσε τοὺς τριηράρχας καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς αὑτὸν καὶ ἔλεξεν ὧδε·

8

.

2

.

10

“Ἄνδρες συστρατιῶται καὶ φίλοι, κοινωνοὶ μεγάλων κατορθω‐ μάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ πόλεμος ἀσφαλέστατος μεθ’ ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης· καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι περὶ
5τοῦ μέλλοντος ἀσφαλῶς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμ‐

8

.

2

.

11

μεθα ἐν μέσοις τοῖς πολεμίοις. εἶτ’ οὖν συμβουλεύει τις ἡμῖν
ἀπιέναι πρὸς τὸν βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας αὑτοὺς ἐμβαλεῖν;” ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον.112
5 “Ποῦ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν, τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου γε ἀναπτῆναι δυνάμεθα.”

8

.

2

.

12

Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν “τί δὲ ζητοῦμεν ποῦ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν ἄγει
5καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν, ἀλλ’ οὐδὲ

8

.

2

.

13

Ἀθηναίους.” ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσε‐ ποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. σφόδρα δὲ ἐγκει‐ μένων καὶ πλεῖν ἤδη θελόντων, “ἀλλ’ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες,
5βουλεύεσθε καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως·

8

.

2

.

14

οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν ὑμᾶς προσλαμβανομένων. τοὺς δὲ Αἰγυπτίους—πολλοὶ γάρ εἰσιν οὓς οὐ προσήκει ἄκοντας βιάζε‐ σθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν—κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι
5ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”

8

.

3

.

1

Ταῦτα μέν, ὡς ἐκέλευσεν, ἐγίνετο· Καλλιρόη δὲ λαβομένη Χαιρέου τῆς δεξιᾶς, μόνον αὐτὸν ἀπαγαγοῦσα “τί” ἔφη “βεβού‐ λευσαι, Χαιρέα; καὶ Στάτειραν ἄγεις εἰς Συρακούσας καὶ Ῥοδο‐ γούνην τὴν καλήν;” ἠρυθρίασεν ὁ Χαιρέας καὶ “οὐκ ἐμαυτοῦ”

8

.

3

.

2

φησὶν “ἕνεκα ἄγω ταύτας, ἀλλὰ σοὶ θεραπαινίδας.” ἀνέκραγεν ἡ Καλλιρόη “μὴ ποιήσειαν οἱ θεοὶ τοσαύτην ἐμοὶ γενέσθαι μανίαν, ὥστε τὴν τῆς Ἀσίας βασιλίδα δούλην ἔχειν, ἄλλως τε καὶ ξένην γεγενημένην. εἰ δέ μοι θέλεις χαρίζεσθαι, βασιλεῖ πέμψον αὐτήν·
5καὶ γὰρ αὕτη μέ σοι διεφύλαξεν ὡς ἀδελφοῦ γυναῖκα παραλαβοῦσα.”

8

.

3

.

3

“οὐδέν ἐστιν” ἔφη Χαιρέας, “ὃ σοῦ θελούσης οὐκ ἂν ἐγὼ ποιή‐
σαιμι· σὺ γὰρ κυρία Στατείρας καὶ πάντων τῶν λαφύρων καὶ πρὸ πάντων τῆς ἐμῆς ψυχῆς.” ἥσθη Καλλιρόη καὶ κατεφίλησεν αὐτόν, εὐθὺς δὲ ἐκέλευσε τοῖς ὑπηρέταις ἄγειν αὐτὴν πρὸς Στάτειραν.113

8

.

3

.

4

Ἐτύγχανε δὲ ἐκείνη μετὰ τῶν ἐνδοξοτάτων Περσίδων ἐν κοίλῃ νηί, ὅλως οὐδὲν ἐπισταμένη τῶν γεγενημένων, οὐδ’ ὅτι Καλλιρόη Χαιρέαν ἀπείληφε· πολλὴ γὰρ ἦν παραφυλακὴ καὶ οὐδενὶ ἐξῆν προσ‐

8

.

3

.

5

ελθεῖν, οὐκ ἰδεῖν, οὐ μηνῦσαί τι τῶν πραττομένων. ὡς δὲ ἧκεν ἐπὶ τὴν ναῦν, τοῦ τριηράρχου δορυφοροῦντος αὐτήν, κατάπληξις εὐθὺς ἦν πάντων καὶ ταραχὴ διαθεόντων. εἶτά τις ἡσυχῆ πρὸς ἄλλον ἐλά‐ λησεν “ἡ τοῦ ναυάρχου γυνὴ παραγίνεται.” μέγα δὲ καὶ βύθιον
5ἀνεστέναξεν ἡ Στάτειρα καὶ κλάουσα εἶπεν “εἰς ταύτην με τὴν ἡμέ‐ ραν, ὦ Τύχη, τετήρηκας, ἵνα ἡ βασιλὶς ἴδω κυρίαν· πάρεστι γὰρ

8

.

3

.

6

ἴσως ἰδεῖν οἵαν παρείληφε δούλην.” ἤγειρε θρῆνον ἐπὶ τούτοις καὶ τότε ἔμαθε τί αἰχμαλωσία σωμάτων εὐγενῶν. ἀλλὰ ταχεῖαν ἐποίη‐ σεν ὁ θεὸς τὴν μεταβολήν· Καλλιρόη γὰρ εἰσδραμοῦσα περιεπλάκη τῇ Στατείρᾳ. “χαῖρε” φησίν, “ὦ βασίλεια· βασιλὶς γὰρ εἶ καὶ

8

.

3

.

7

ἀεὶ διαμένεις. οὐκ εἰς πολεμίων χεῖρας ἐμπέπτωκας, ἀλλὰ τῆς σοὶ φιλτάτης, ἣν εὐηργέτησας. Χαιρέας ὁ ἐμός ἐστι ναύαρχος· ναύαρχον δὲ Αἰγυπτίων ἐποίησεν αὐτὸν ὀργὴ πρὸς βασιλέα, διὰ τὸ βραδέως ἀπολαμβάνειν ἐμέ· πέπαυται δὲ καὶ διήλλακται καὶ οὐκέτι ὑμῖν ἐστι

8

.

3

.

8

πολέμιος. ἀνίστασο δέ, φιλτάτη, καὶ ἄπιθι χαίρουσα· ἀπόλαβε καὶ σὺ τὸν ἄνδρα τὸν σεαυτῆς· ζῇ γὰρ βασιλεύς, κἀκείνῳ σε Χαιρέας πέμπει. ἀνίστασο καὶ σύ, Ῥοδογούνη, πρώτη μοι φίλη Περσίδων, καὶ βάδιζε πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, καὶ ὅσας ἡ βασιλὶς ἂν
5ἄλλας θέλῃ, καὶ μέμνησθε Καλλιρόης.”

8

.

3

.

9

Ἐξεπλάγη Στάτειρα τούτων ἀκούσασα τῶν λόγων καὶ οὔτε πι‐ στεύειν εἶχεν οὔτε ἀπιστεῖν· τὸ δὲ ἦθος Καλλιρόης τοιοῦτον ἦν, ὡς μὴ δοκεῖν εἰρωνεύεσθαι ἐν μεγάλαις συμφοραῖς· ὁ δὲ καιρὸς ἐκέλευε

8

.

3

.

10

ταχέως πάντα πράττειν. ἦν οὖν τις ἐν Αἰγυπτίοις Δημήτριος, φιλόσοφος, βασιλεῖ γνώριμος, ἡλικίᾳ προήκων, παιδείᾳ καὶ ἀρετῇ τῶν ἄλλων Αἰγυπτίων διαφέρων. τοῦτον καλέσας Χαιρέας εἶπεν “ἐγὼ ἐβουλόμην μετ’ ἐμαυτοῦ σε ἄγειν, ἀλλὰ μεγάλης πράξεως
5ὑπηρέτην σε ποιοῦμαι· τὴν γὰρ βασιλίδα τῷ μεγάλῳ βασιλεῖ πέμπω

8

.

3

.

11

διὰ σοῦ. τοῦτο δὲ καὶ σὲ ποιήσει τιμιώτερον ἐκείνῳ καὶ τοὺς ἄλλους διαλλάξει.” ταῦτα εἰπὼν στρατηγὸν ἀπέδειξε Δημήτριον τῶν ὀπίσω
κομιζομένων τριηρῶν. πάντες μὲν οὖν ἤθελον ἀκολουθεῖν Χαιρέᾳ114

8

.

3

.

12

καὶ προετίμων αὐτὸν πατρίδων καὶ τέκνων. ὁ δὲ μόνας εἴκοσι τριή‐ ρεις ἐπελέξατο τὰς ἀρίστας καὶ μεγίστας, ὡς ἂν ὑπὲρ τὸν Ἰόνιον μέλλων περαιοῦσθαι, καὶ ταύταις ἐνεβίβασεν Ἕλληνας μὲν ἅπαντας ὅσοι παρῆσαν, Αἰγυπτίων δὲ καὶ Φοινίκων ὅσους ἔμαθεν εὐζώνους·
5πολλοὶ καὶ Κυπρίων ἐθελονταὶ ἐνέβησαν. τοὺς δὲ ἄλλους πάντας ἔπεμψεν οἴκαδε, διανείμας αὐτοῖς μέρη τῶν λαφύρων, ἵνα χαίροντες ἐπανίωσι πρὸς τοὺς ἑαυτῶν, ἐντιμότεροι γενόμενοι· καὶ οὐδεὶς ἠτύχη‐ σεν οὐδενός, αἰτήσας παρὰ Χαιρέου. Καλλιρόη δὲ προσήνεγκε τὸν

8

.

3

.

13

κόσμον ἅπαντα τὸν βασιλικὸν Στατείρᾳ. ἡ δὲ οὐκ ἠβουλήθη λαβεῖν, ἀλλὰ “τούτῳ” ἔφη “σὺ κοσμοῦ· πρέπει γὰρ τοιούτῳ σώματι κόσμος βασιλικός. δεῖ γὰρ ἔχειν σε ἵνα καὶ μητρὶ χαρίσῃ καὶ πατρίοις ἀναθήματα θεοῖς. ἐγὼ δὲ πλείω τούτων καταλέλοιπα ἐν

8

.

3

.

14

Βαβυλῶνι. θεοὶ δέ σοι παρέχοιεν εὔπλοιαν καὶ σωτηρίαν καὶ μηδέ‐ ποτε διαζευχθῆναι Χαιρέου. πάντα πεποίηκας εἰς ἐμὲ δικαίως· χρηστὸν ἦθος ἐπεδείξω καὶ τοῦ κάλλους ἄξιον. καλήν μοι βασιλεὺς ἔδωκε παραθήκην.”

8

.

4

.

1

Τίς ἂν φράσῃ τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις, πῶς ἀλλήλαις διαφόρους, —εὐχομένων, συντασσομένων, χαιρόντων, λυ‐ πουμένων, ἀλλήλοις ἐντολὰς διδόντων, τοῖς οἴκοι γραφόντων; ἔγραφε δὲ καὶ Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην·

8

.

4

.

2

“Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν, ἐγὼ δὲ ἤδη νενίκηκα παρὰ τῷ δικαιοτάτῳ δικαστῇ· πόλεμος γὰρ ἄριστος κριτὴς τοῦ κρείττονός τε καὶ χείρονος. οὗτός μοι Καλλιρόην ἀποδέδωκεν, 〈καὶ〉 οὐ μόνον τὴν

8

.

4

.

3

γυναῖκα τὴν ἐμήν, ἀλλὰ καὶ τὴν σήν. οὐκ ἐμιμησάμην δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν βασιλίδα. ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρόην ἀποστέλλειν. ἀνταπαιτοῦμεν δέ σε χάριν
5Αἰγυπτίοις διαλλαγῆναι· πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξι‐ κακεῖν. ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε· τοῦ γὰρ ἐμοὶ
συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν.”115

8

.

4

.

4

Ταῦτα μὲν ἔγραψε Χαιρέας, ἔδοξε δὲ καὶ Καλλιρόῃ δίκαιον εἶναι καὶ εὐχάριστον Διονυσίῳ γράψαι. τοῦτο μόνον ἐποίησε δίχα Χαι‐ ρέου· εἰδυῖα γὰρ αὐτοῦ τὴν ἔμφυτον ζηλοτυπίαν ἐσπούδαζε λαθεῖν. λαβοῦσα δὲ γραμματίδιον ἐχάραξεν οὕτως·

8

.

4

.

5

“Καλλιρόη Διονυσίῳ εὐεργέτῃ χαίρειν· σὺ γὰρ εἶ ὁ καὶ λῃστείας καὶ δουλείας με ἀπαλλάξας. δέομαί σου, μηδὲν ὀργισθῇς· εἰμὶ γὰρ τῇ ψυχῇ μετὰ σοῦ διὰ τὸν κοινὸν υἱόν, ὃν παρακατατίθημί σοι ἐκτρέφειν τε καὶ παιδεύειν ἀξίως ἡμῶν. μὴ λάβῃ δὲ πεῖραν μη‐
5τρυιᾶς· ἔχεις οὐ μόνον υἱόν, ἀλλὰ καὶ θυγατέρα· ἀρκεῖ σοι δύο

8

.

4

.

6

τέκνα. ὧν γάμον ζεῦξον, ὅταν ἀνὴρ γένηται, καὶ πέμψον αὐτὸν εἰς Συρακούσας, ἵνα καὶ τὸν πάππον θεάσηται. ἀσπάζομαί σε, Πλαγγών. ταῦτά σοι γέγραφα τῇ ἐμῇ χειρί. ἔρρωσο, ἀγαθὲ Διονύσιε, καὶ Καλλιρόης μνημόνευε τῆς σῆς.”

8

.

4

.

7

Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ

8

.

4

.

8

Βαβυλώνια περιθείς. πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρόη “ἔρρωσό μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα βασιλεῖ. κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς
5Ἑλληνικοῖς. συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες·

8

.

4

.

9

νόμιζε ἐκεῖνο παραθήκην ἔχειν ἀντ’ ἐμοῦ.” ταῦτα λεγούσης δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ,
5ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. παρηγορήσατε αὐτόν. φοβοῦμαι

8

.

4

.

10

μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν ἀνέλῃ.” ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερ‐ νῆται τὴν ἀναγωγήν. μέλλουσα δὲ ἐμβαίνειν εἰς τὴν τριήρη ἡ Καλλιρόη τὴν Ἀφροδίτην προσεκύνησε. “χάρις σοι” φησὶν “ὦ
5δέσποινα, τῶν παρόντων. ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρα‐ κούσας ἰδεῖν. πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί με116

8

.

4

.

11

φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι συμπλεούσης.” ἀλλ’ οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατε‐ φίλησε· τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. καὶ πρῶτον κοινὸν εἴασεν
5ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους εὐχαῖς.

8

.

5

.

1

Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολε‐ μίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ

8

.

5

.

2

βεβαίως, αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα. ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν αἱ ναῦς τῶν Αἰγυπτίων.” μέγα δὴ
5πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος. ἐπέν‐ θουν δὲ Περσῶν οἱ ἐντιμότατοι
Στάτειραν πρόφασιν, σφῶν δ’ αὐτῶν κήδε’ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον. ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ
10ποίας θαλάσσης.

8

.

5

.

3

Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσ‐ πλέουσαι. καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνον πλέοντος

8

.

5

.

4

βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων. εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν
5αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον117

8

.

5

.

5

εἰς μάχην. ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· ὁ δὲ βασιλεὺς οὐ κατέσχεν, ἀλλὰ
5πρὶν κάλῳς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα

8

.

5

.

6

καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι. πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με παρὰ Καλλιρόης.” ἀκούσας δὲ τὸ ὄνομα βασιλεὺς ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς
5Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρόην, ἵνα

8

.

5

.

7

αὐτῇ χάριν γνῶ.” εἶπε δ’ ἡ Στάτειρα “μαθήσῃ πάντα παρ’ ἐμοῦ,” ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι, διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν

8

.

5

.

8

Χαιρέου. βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρόην μηκέτι δύναιτο θεάσασθαι. μάλιστα δὲ πάντων φθόνος
5ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ.”

8

.

5

.

9

Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρόη.” ἐπι‐ στραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ

8

.

5

.

10

“Διονύσιος.” καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει καὶ Καλλιρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ
5βασιλεὺς ἐξ ἀρχῆς ἅπαντα τὰ γεγενημένα. ἐν ἐκείνῳ δὴ τῷ καιρῷ
μάλιστα φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.118

8

.

5

.

11

ὥσπερ γὰρ εἴ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτως κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.

8

.

5

.

12

ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην” ἔφη, “καὶ Καλλιρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ ‘πρῶτος εὐεργέτησ‘ εἰς τὸν οἶκον τοῦ βασιλέως ἀναγρα‐
5φῆναι.” προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευ‐ δεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ ἐπιδίδωσιν.

8

.

5

.

13

Ὑποστρέψας δὲ καὶ κατακλείσας ἑαυτόν, γνωρίσας τὰ Καλλιρόης γράμματα πρῶτον τὴν ἐπιστολὴν κατεφίλησεν, εἶτα ἀνοίξας τῷ στήθει προσεπτύξατο ὡς ἐκείνην παροῦσαν, καὶ ἐπὶ πολὺν χρόνον κατεῖχεν, ἀναγινώσκειν μὴ δυνάμενος διὰ τὰ δάκρυα. ἀποκλαύσας
5δὲ μόλις ἀναγινώσκειν ἤρξατο καὶ πρῶτόν γε Καλλιρόης τοὔνομα κατεφίλησεν. ἐπεὶ δὲ ἦλθεν εἰς τὸ “Διονυσίῳ εὐεργέτῃ,” “οἴμοι”

8

.

5

.

14

φησὶν “οὐκέτ’ ‘ἀνδρί·‘ σὺ γὰρ εὐεργέτης ἐμός· τί γὰρ ἄξιον ἐποίησά σοι;” ἥσθη δὲ τῆς ἐπιστολῆς τῇ ἀπολογίᾳ καὶ πολλάκις ἀνεγίνωσκε ταῦτα τὰ ῥήματα· ὑπεδήλου γὰρ ὡς ἄκουσα αὐτὸν καταλίποι. οὕτω κοῦφόν ἐστιν ὁ Ἔρως καὶ ἀναπείθει ῥᾳδίως119

8

.

5

.

15

ἀντερᾶσθαι. θεασάμενος δὲ τὸ παιδίον καὶ πήλας ταῖς χερσὶν “ἀπελεύσῃ ποτέ μοι καὶ σύ, τέκνον, πρὸς τὴν μητέρα· καὶ γὰρ αὐτὴ τοῦτο κεκέλευκεν· ἐγὼ δὲ ἔρημος βιώσομαι, πάντων αἴτιος ἐμαυτῷ γενόμενος. ἀπώλεσέ με κενὴ ζηλοτυπία καὶ σύ, Βαβυλών.” ταῦτα
5εἰπὼν συνεσκευάζετο τὴν ταχίστην καταβαίνειν εἰς Ἰωνίαν, μέγα νομίζων παραμύθιον πολλὴν ὁδὸν καὶ πολλῶν πόλεων ἡγεμονίαν καὶ τὰς ἐν Μιλήτῳ Καλλιρόης εἰκόνας.

8

.

6

.

1

Τὰ μὲν οὖν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν, ὁ δὲ Χαιρέας ἤνυσε τὸν πλοῦν εἰς Σικελίαν εὐτυχῶς (εἱστήκει γὰρ ἀεὶ κατὰ πρύμναν 〈τὸ πνεῦμα〉) καὶ ναῦς ἔχων μεγάλας ἐπελαγίζετο, περιδεῶς ἔχων μὴ πάλιν

8

.

6

.

2

αὐτὸν σκληροῦ δαίμονος προσβολὴ καταλάβῃ. ἐπεὶ δὲ ἐφάνησαν Συρακοῦσαι, τοῖς τριηράρχαις ἐκέλευσε κοσμῆσαι τὰς τριήρεις καὶ ἅμα συντεταγμέναις πλεῖν· καὶ γὰρ ἦν γαλήνη. ὡς δὲ εἶδον αὐτοὺς οἱ ἐκ τῆς πόλεως, εἶπέ τις “πόθεν τριήρεις προσπλέουσι; μή τι

8

.

6

.

3

Ἀττικαί; φέρε οὖν μηνύσωμεν Ἑρμοκράτει.” καὶ ταχέως ἐμήνυσε “στρατηγέ, βουλεύου τί ποιήσεις· τοὺς λιμένας ἀποκλείσωμεν ἢ ἐπαναχθῶμεν; οὐ γὰρ ἴσμεν εἰ μείζων ἕπεται στόλος, πρόδρομοι δέ εἰσιν αἱ βλεπόμεναι.” καταδραμὼν οὖν ὁ Ἑρμοκράτης ἐκ τῆς120
5ἀγορᾶς ἐπὶ τὴν θάλασσαν κωπῆρες ἐξέπεμψε πλοῖον ἀπαντᾶν αὐτοῖς.

8

.

6

.

4

ὁ δὲ ἀποσταλεὶς ἐπυνθάνετο πλησίον ἐλθὼν τίνες εἴησαν, Χαιρέας δὲ ἐκέλευσεν ἀποκρίνασθαί τινα τῶν Αἰγυπτίων “ἡμεῖς ἐξ Αἰγύπτου πλέομεν ἔμποροι, φορτία φέροντες, ἃ Συρακοσίους εὐφρανεῖ.” “μὴ ἀθρόοι τοίνυν εἰσπλεῖτε” φησίν, “ἕως ἂν γνῶμεν εἰ ἀληθεύετε·
5φορτίδας γὰρ οὐ βλέπω ναῦς ἀλλὰ μακρὰς καὶ ὡς ἐκ πολέμου τριή‐ ρεις, ὥστε αἱ μὲν πλείους ἔξω τοῦ λιμένος μετέωροι μεινάτωσαν, μία δὲ καταπλευσάτω.” “ποιήσομεν οὕτως.”

8

.

6

.

5

Εἰσέπλευσεν οὖν τριήρης ἡ Χαιρέου πρώτη. εἶχε δὲ ἐπάνω σκη‐ νὴν συγκεκαλυμμένην Βαβυλωνίοις παραπετάσμασιν. ἐπεὶ δὲ καθωρ‐ μίσθη, πᾶς ὁ λιμὴν ἀνθρώπων ἐνεπλήσθη· φύσει μὲν γὰρ ὄχλος ἐστὶ περίεργόν τι χρῆμα, τότε δὲ καὶ πλείονας εἶχον αἰτίας τῆς

8

.

6

.

6

συνδρομῆς. βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀν‐ θρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαν‐ τεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε, ζῶντα

8

.

6

.

7

δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας. οἱ μὲν οὖν Χαιρέου γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν, ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ
5παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ παρα‐

8

.

6

.

8

καθήμενος, σχῆμα ἔχων στρατηγοῦ. οὔτε βροντή ποτε οὕτως ἐξέπληξε τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως
ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν121
5σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε “ζῇς, τέκνον, ἢ καὶ τοῦτο πεπλάνημαι;” “ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέα‐ μαι.” δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.

8

.

6

.

9

Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.

8

.

6

.

10

ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνε‐ μίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζο‐
5μένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρ’ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου

8

.

6

.

11

χαρᾶς. ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ γυναῖκες. ἔδοξε δὲ ἔτι καὶ αὐταῖς Καλλιρόην 〈καλλίω〉 γεγονέναι, ὥστε ἀληθῶς εἶπες ἂν αὐτὴν ὁρᾶν τὴν Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης.
5προσελθὼν δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ “παραλάβετε”122

8

.

6

.

12

ἔφη “τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως.” καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρόν τε καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακοσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε
5ἐνεπλήσθη πᾶσα ἡ πόλις, οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον, ἐν εἰρήνῃ λαφύρων Μηδικῶν.

8

.

7

.

1

Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἐξίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ βλέπειν καὶ ἀκούειν· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρόην παρακάλει.”

8

.

7

.

2

Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν, εἰσαγαγὼν τὴν θυγατέρα. πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν
5Χαιρέαν, αἱ δὲ γυναῖκες Καλλιρόην, ποτὲ δ’ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.

8

.

7

.

3

Καλλιρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασα‐ μένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων [ἐν] τοῖς
5πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. ὁ δὲ δῆμος ἐνεκελεύετο “ἐρωτῶ‐

8

.

7

.

4

μεν, ἄνωθεν ἄρξαι, πάντα ἡμῖν λέγε, μηδὲν παραλίπῃς.” ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδού‐
μενος, Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ πικρότερον ἡμῖν· τὸ γὰρ τέλος λαμπρὸν γενόμενον123
5ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλε‐

8

.

7

.

5

πωτέραν ἐξ αὐτῆς τῆς σιωπῆς. πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον

8

.

7

.

6

ὑμῶν αὐτὸς ἔζευξε· τήν 〈τε〉 τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν εἰς ψευδῆ ζηλοτυπίαν 〈καὶ ὡσ〉 ἀκαίρως ἔπληξας τὴν γυναῖκα πᾶντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ

8

.

7

.

7

γυναικί. ἀλλ’ ὁ δῆμός σε ἀπέλυσεν, ἀκούσιον ἐπιγνοὺς τὸ συμβάν. τὰ δὲ τούτων ἐφεξῆς ἡμῖν ἀπήγγειλαν, ὅτι Θήρων ὁ τυμβωρύχος νυκτὸς τὸν τάφον διασκάψας Καλλιρόην ζῶσαν εὑρὼν μετὰ τῶν ἐνταφίων ἐνέθηκε τῷ πειρατικῷ κέλητι καὶ εἰς Ἰωνίαν ἐπώλησε, σὺ
5δὲ κατὰ τὴν ζήτησιν τῆς γυναικὸς ἐξελθὼν αὐτὴν μὲν οὐχ εὗρες,

8

.

7

.

8

ἐν δὲ τῇ θαλάσσῃ τῷ πειρατικῷ πλοίῳ περιπεσὼν τοὺς μὲν ἄλλους λῃστὰς τεθνεῶτας κατέλαβες ὑπὸ δίψους, Θήρωνα δὲ μόνον ἔτι ζῶντα εἰσήγαγες εἰς τὴν ἐκκλησίαν, κἀκεῖνος μὲν βασανισθεὶς ἀνεσκολοπίσθη, τριήρη δὲ ἐξέπεμψεν ἡ πόλις καὶ πρεσβευτὰς ὑπὲρ
5Καλλιρόης, ἑκούσιος δὲ συνεξέπλευσέ σοι Πολύχαρμος ὁ φίλος. ταῦτα ἴσμεν· σὺ δὲ ἡμῖν διήγησαι τὰ μετὰ τὸν ἔκπλουν συνενεχθέντα τὸν σὸν ἐντεῦθεν.”

8

.

7

.

9

Ὁ δὲ Χαιρέας ἔνθεν ἑλὼν διηγεῖτο “πλεύσαντες τὸν Ἰόνιον ἀσφαλῶς εἰς χωρίον κατήχθημεν ἀνδρὸς Μιλησίου, Διονυσίου τοὔ‐ νομα, πλούτῳ καὶ γένει καὶ δόξῃ πάντων Ἰώνων ὑπερέχοντος. οὗτος

8

.

7

.

10

δὲ ὁ παρὰ Θήρωνος Καλλιρόην ταλάντου πριάμενος. μὴ φοβηθῆτε· οὐκ ἐδούλευσεν· εὐθὺς γὰρ τὴν ἀργυρώνητον αὑτοῦ δέσποιναν ἀπέ‐ δειξε, καὶ ἐρῶν αὐτῆς βιάσασθαι οὐκ ἐτόλμησε τὴν εὐγενῆ, πέμψαι

8

.

7

.

11

δὲ πάλιν εἰς Συρακούσας οὐχ ὑπέμεινεν ἧς ἤρα. ἐπεὶ δὲ ᾔσθετο Καλλιρόη κύουσαν ἑαυτὴν ἐξ ἐμοῦ, σῶσαι τὸν πολίτην ὑμῖν θέλουσα, ἀνάγκην ἔσχε Διονυσίῳ γαμηθῆναι, σοφιζομένη τοῦ τέκνου τὴν γονήν, ἵνα ἐκ Διονυσίου δόξῃ γεγεννηκέναι, καὶ τραφῇ τὸ παιδίον

8

.

7

.

12

ἐπαξίως. τρέφεται γὰρ ὑμῖν, ἄνδρες Συρακόσιοι, πολίτης ἐν Μιλήτῳ πλούσιος ὑπ’ ἀνδρὸς ἐνδόξου· καὶ γὰρ ἐκείνου τὸ γένος ἔνδοξον 〈καὶ〉 Ἑλληνικόν. μὴ φθονήσωμεν αὐτῷ μεγάλης κληρονομίας.124

8

.

8

.

1

“Ταῦτα μὲν οὖν ἔμαθον ὕστερον· τότε δὲ καταχθεὶς ἐν τῷ χωρίῳ, μόνον τὴν εἰκόνα Καλλιρόης θεασάμενος ἐν ἱερῷ ἐγὼ μὲν εἶχον ἀγαθὰς ἐλπίδας, νύκτωρ δὲ Φρύγες λῃσταὶ καταδραμόντες ἐπὶ θάλασσαν ἐνέπρησαν μὲν τὴν τριήρη, τοὺς δὲ πλείστους κατέσφαξαν,

8

.

8

.

2

ἐμὲ δὲ καὶ Πολύχαρμον δήσαντες ἐπώλησαν εἰς Καρίαν.” θρῆνον ἐξέρρηξεν ἐπὶ τούτοις τὸ πλῆθος, εἶπε δὲ Χαιρέας “ἐπιτρέψατέ μοι τὰ ἑξῆς σιωπᾶν, σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·” ὁ δὲ δῆμος ἐξεβόησε “λέγε πάντα.” καὶ ὃς ἔλεγεν “ὁ πριάμενος ἡμᾶς, δοῦλος
5Μιθριδάτου, στρατηγοῦ Καρίας, ἐκέλευσε σκάπτειν ὄντας πεπεδη‐ μένους. ἐπεὶ δὲ τὸν δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες,

8

.

8

.

3

ἀνασταυρωθῆναι πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε. κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε· Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρόη τὰ περὶ τὴν
5τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα τεθνάναι, τάφον ἔχωσέ μοι

8

.

8

.

4

πολυτελῆ. ταχέως οὖν ὁ Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ σχεδὸν ἤδη πέρας ἔχοντα, καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις· ἀποδοῦναι δέ μοι Καλλιρόην ἔσπευδε καὶ ἐποίησέ με γράψαι πρὸς

8

.

8

.

5

αὐτήν. ἀμελείᾳ δὲ τοῦ διακονουμένου τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος. ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευσε δὲ Μιθριδάτην ἐπιβου‐ λεύειν αὐτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς

8

.

8

.

6

αὑτόν. οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. καὶ Καλλιρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε 〈καὶ〉 κατὰ τὴν Ἀσίαν ὅλην θαυμαζομένην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ
5Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρόην

8

.

8

.

7

παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι. ποσάκις, ἄνδρες Συρακόσιοι, δοκεῖτε θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν, ὁ μόνος ἐν πᾶσι φίλος πιστός; καὶ γὰρ125

8

.

8

.

8

βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρόης φλεγόμενος. ἀλλ’ οὔτε ἔπεισεν οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος
5ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν

8

.

8

.

9

Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην. καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον ὃν ἑωράκατε βασιλεὺς

8

.

8

.

10

ἀπέθετο. ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρη‐ σάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς

8

.

8

.

11

καὶ γυναῖκας καὶ θυγατέρας πέμψας. αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. πλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκρά‐ τους ἔκγονος.”

8

.

8

.

12

Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν. καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν “ἐγὼ καὶ Καλλιρόη χάριν ἔχομεν ἐφ’ ὑμῶν Πολυχάρμῳ τῷ φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθε‐ στάτην πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ γυναῖκα τὴν ἀδελφὴν

8

.

8

.

13

τὴν ἐμήν· προῖκα δὲ ἕξει μέρος τῶν λαφύρων.” ἐπευφήμησεν ὁ δῆμος “ἀγαθῷ ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν ἐπίσταται. τὴν πατρίδα εὐηργέτηκας ἀξίως Ἑρμοκράτους καὶ Χαιρέου.” μετὰ ταῦτα πάλιν Χαιρέας εἶπε “καὶ τούσδε τοὺς
5τριακοσίους, Ἕλληνας ἄνδρας, στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε.” πάλιν ὁ δῆμος ἐπεβόησεν “ἄξιοι μεθ’ ἡμῶν

8

.

8

.

14

πολιτεύεσθαι· χειροτονείσθω ταῦτα.” ψήφισμα ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς ἐκκλησίας. καὶ Χαιρέας δὲ ἐδωρήσατο τάλαντον ἑκάστῳ, τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν
Ἑρμοκράτης, ὥστε ἔχειν αὐτοὺς γεωργεῖν.126

8

.

8

.

15

Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρόη, πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀφίκετο. λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα “χάρις σοι” φησίν, “Ἀφροδίτη· πάλιν γάρ
5μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος εἶδον αὐτὸν

8

.

8

.

16

σοῦ θελούσης. οὐ μέμφομαί σοι, δέσποινα, περὶ ὧν πέπονθα· ταῦτα εἵμαρτό μοι. δέομαί σου, μηκέτι με Χαιρέου διαζεύξῃς, ἀλλὰ καὶ βίον μακάριον καὶ θάνατον κοινὸν κατάνευσον ἡμῖν.”
Τοσάδε περὶ Καλλιρόης συνέγραψα.127